πράγματι, δοῦλον ἀντ’ ἐλευθέρου δοκεῖν, οἱ δὲ πόνοι μὴ κατὰ τοὺς πάνυ τούτους οἰκέτας. ἀλλ’ ὅρα εἰ μετριώτερά σοι προστέτακται τῶν Δρόμωνι καὶ Τιβείῳ προστεταγμένων. ὧν μὲν γὰρ ἕνεκα, τῶν μαθημάτων ἐπιθυμεῖν φήσας, παρείληφέ σε, ὀλίγον αὐτῷ μέλει. «Τί γὰρ κοινόν,» φασί, «λύρᾳ καὶ ὄνῳ;» πάνυ γοῦν, — οὐχ ὁρᾷς; — ἐκτετήκασι τῷ πόθῳ τῆς Ὁμήρου σοφίας ἢ τῆς Δημοσθένους δεινότητος ἢ τῆς Πλάτωνος μεγαλοφροσύνης, ὧν ἤν τις ἐκ τῆς ψυχῆς ἀφέλῃ τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὰς περὶ τούτων φροντίδας, τὸ καταλειπόμενόν ἐστι τῦφος καὶ μαλακία καὶ ἡδυπάθεια καὶ ἀσέλγεια, καὶ ὕβρις καὶ ἀπαιδευσία. δεῖται δή σου ἐπ’ ἐκεῖνα μὲν οὐδαμῶς, ἐπεὶ δὲ πώγωνα ἔχεις βαθὺν καὶ σεμνός τις εἶ τὴν πρόσοψιν καὶ ἱμάτιον Ἑλληνικὸν εὐσταλῶς περιβέβλησαι καὶ πάντες ἴσασί σε γραμματικὸν ἢ ῥήτορα ἢ φιλόσοφον, καλὸν αὐτῷ δοκεῖ ἀναμεμῖχθαι καὶ τοιοῦτόν τινα τοῖς προϊοῦσι καὶ προπομπεύουσιν αὐτοῦ· δόξει γὰρ ἐκ τούτου καὶ φιλομαθὴς τῶν Ἑλληνικῶν μαθημάτων καὶ ὅλως περὶ παιδείαν φιλόκαλος. ὥστε κινδυνεύεις, ὦ γενναῖε, ἀντὶ τῶν θαυμαστῶν λόγων τὸν πώγωνα καὶ τὸν τρίβωνα μεμισθωκέναι.
Χρὴ οὖν σε ἀεὶ σὺν αὐτῷ ὁρᾶσθαι καὶ μηδέποτε ἀπολείπεσθαι, ἀλλὰ ἕωθεν ἐξαναστάντα, παρέχειν σεαυτὸν ὀφθησόμενον ἐν τῇ θεραπείᾳ καὶ μὴ λιπεῖν τὴν τάξιν. ὁ δὲ ἐπιβάλλων ἐνίοτέ σοι τὴν χεῖρα, ὅ τι ἂν τύχῃ ληρεῖ, τοῖς ἐντυγχάνουσιν