αὐτὸς μὲν οὔ φησιν ἐρεῖν, τῶν φίλων δέ τινα τῶν παρόντων κελεύει μέσον ἐλθόντα τοῦ πράγματος εἰπεῖν ὃ μήτ’ αὐτῷ γίγνοιτ’ ἂν βαρὺ καὶ πρὸς ἄλλα τούτων ἀναγκαιότερα δαπανῶντι μήτε τῷ ληψομένῳ εὐτελές. ὁ δὲ ὠμογέρων τις ἐκ παίδων κολακείᾳ σύντροφος, «ὡς μὲν οὐκ εὐδαιμονέστατος εἶ,» φησίν, «τῶν ἐν τῇ πόλει ἁπάντων, ὦ οὗτος, οὐκ ἂν εἴποις, ᾧ γε τοῦτο πρῶτον ὑπῆρχεν ὃ πολλοῖς πάνυ γλιχομένοις μόλις ἂν γένοιτο παρὰ τῆς Τύχης· λέγω δὲ ὁμιλίας ἀξιωθῆναι καὶ ἑστίας κοινωνῆσαι καὶ εἰς τὴν πρώτην οἰκίαν τῶν ἐν τῇ Ῥωμαίων ἀρχῇ καταδεχθῆναι· τοῦτο γὰρ ὑπὲρ τὰ Κροίσου τάλαντα καὶ τὸν Μίδου πλοῦτον, εἰ σωφρονεῖν οἶσθα. ἰδὼν δὲ πολλοὺς τῶν εὐδοκίμων ἐθελήσαντας ἄν, εἰ καὶ προσδιδόναι δέοι, μόνης τῆς δόξης ἕνεκα συνεῖναι τούτῳ καὶ ὁρᾶσθαι περὶ αὐτὸν ἑταίρους καὶ φίλους εἶναι δοκοῦντας, οὐκ ἔχω ὅπως σε τῆς εὐποτμίας μακαρίσω, ὃς καὶ προσλήψῃ μισθὸν τῆς τοιαύτης εὐδαιμονίας. ἀρκεῖν οὖν νομίζω, εἰ μὴ πάνυ ἄσωτος εἶ, τοσόνδε τι·» — εἰπὼν ἐλάχιστον καὶ μάλιστα πρὸς τὰς σὰς ἐκείνας ἐλπίδας. 21 ἀγαπᾶν δ’ ὅμως ἀναγκαῖον· οὐ γὰρ οὐδ’ ἂν φυγεῖν ἔτι σοι δυνατὸν ἐντὸς ἀρκύων γενομένῳ. δέχῃ τοίνυν τὸν χαλινὸν μύσας καὶ τὰ πρῶτα εὐάγωγος εἶ πρὸς αὐτὸν οὐ πάνυ περισπῶντα οὐδὲ ὀξέως νύττοντα, μέχρι ἂν λάθῃς τέλεον αὐτῷ συνήθης γενόμενος.
Οἱ μὲν δὴ ἔξω ἄνθρωποι τὸ μετὰ τοῦτο ζηλοῦσί σε ὁρῶντες ἐντὸς τῆς κιγκλίδος διατρίβοντα καὶ ἀκωλύτως εἰσιόντα καὶ τῶν πάνυ