Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/456

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

ἡμῖν κοινῶν ἐσομένων· γελοῖον γὰρ εἰ τὸ κυριώτατον, τὴν ψυχήν σοι τὴν ἐμαυτοῦ ἢ καὶ νὴ Δία τῶν παίδων» — εἰ παῖδες εἶεν αὐτῷ παιδεύσεως δεόμενοι — «ἐπιτρέπων τῶν ἄλλων μὴ ἐπ’ ἴσης ἡγοίμην δεσπότην. ἐπεὶ δὲ καὶ ὡρίσθαι τι δεῖ, — ὁρῶ μὲν τὸ μέτριον καὶ αὔταρκες τοῦ σοῦ τρόπου καὶ συνίημι ὡς οὐχὶ μισθοῦ ἐλπίδι προσελήλυθας ἡμῶν τῇ οἰκίᾳ, τῶν δὲ ἄλλων ἕνεκα, τῆς εὐνοίας τῆς παρ’ ἡμῶν καὶ τιμῆς, ἣν παρὰ πᾶσιν ἕξεις· ὅμως δ’ οὖν καὶ ὡρίσθω τι — σὺ δ’ αὐτὸς ὅ τι καὶ βούλει λέγε, μεμνημένος, ὦ φίλτατε, κἀκείνων ἅπερ ἐν ἑορταῖς διετησίοις εἰκὸς ἡμᾶς παρέξειν· οὐ γὰρ ἀμελήσομεν οὐδὲ τῶν τοιούτων, εἰ καὶ μὴ νῦν αὐτὰ συντιθέμεθα· πολλαὶ δέ, οἶσθα, τοῦ ἔτους αἱ τοιαῦται ἀφορμαί. καὶ πρὸς ἐκεῖνα τοίνυν ἀποβλέπων μετριώτερον δῆλον ὅτι ἐπιβαλεῖς ἡμῖν τὸν μισθόν. ἄλλως τε καὶ πρέπον ἂν εἴη τοῖς πεπαιδευμένοις ὑμῖν κρείττοσιν εἶναι χρημάτων.»

20  Ὁ μὲν ταῦτα εἰπὼν καὶ ὅλον σε διασείσας ταῖς ἐλπίσι τιθασὸν ἑαυτῷ πεποίηκε, σὺ δὲ πάλαι τάλαντα καὶ μυριάδας ὀνειροπολήσας καὶ ἀγροὺς ὅλους καὶ συνοικίας συνίης μὲν ἠρέμα τῆς μικρολογίας, σαίνεις δὲ ὅμως τὴν ὑπόσχεσιν καὶ τό, «Πάντα ἡμῖν κοινὰ ἔσται», βέβαιον καὶ ἀληθὲς ἔσεσθαι νομίζεις, οὐκ εἰδὼς ὅτι τὰ τοιαῦτα

χείλεα μὲν τ’ ἐδίην’, ὑπερῴην δ’ οὐκ ἐδίηνε.

τελευταῖον δ’ ὑπ’ αἰδοῦς αὐτῷ ἐπέτρεψας. ὁ δὲ

444