Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/448

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

ἢν δοκῇ, ὅ σε εἰκὸς δειπνήσειν τὰ προτέλεια τῆς μελλούσης συνουσίας.

Εὐθὺς οὖν πρόσεισιν παραγγέλλων τις ἥκειν ἐπὶ τὸ δεῖπνον, οὐκ ἀνομίλητος οἰκέτης, ὃν χρὴ πρῶτον ἵλεων ποιήσασθαι, παραβύσαντα εἰς τὴν χεῖρα, ὡς μὴ ἀδέξιος εἶναι δοκῇς, τοὐλάχιστον πέντε δραχμάς· ὁ δὲ ἀκκισάμενος καί, «Ἄπαγε», παρὰ σοῦ δὲ ἐγώ; καί, «Ἡράκλεις, μὴ γένοιτο,» ὑπειπὼν τέλος ἐπείσθη, καὶ ἄπεισί σοι πλατὺ ἐγχανών. σὺ δὲ ἐσθῆτα καθαρὰν προχειρισάμενος καὶ σεαυτὸν ὡς κοσμιώτατα σχηματίσας λουσάμενος ἥκεις, δεδιὼς μὴ πρὸ τῶν ἄλλων ἀφίκοιο· ἀπειρόκαλον γάρ, ὥσπερ καὶ τὸ ὕστατον ἥκειν φορτικόν. αὐτὸ οὖν τηρήσας τὸ μέσον τοῦ καιροῦ εἰσελήλυθας, καί σε πάνυ ἐντίμως ἐδέξατο, καὶ παραλαβών τις κατέκλινε μικρὸν ὑπὲρ τοῦ πλουσίου μετὰ δύο που σχεδὸν τῶν παλαιῶν φίλων. 15  σὺ δ’ ὥσπερ εἰς τοῦ Διὸς τὸν οἶκον παρελθὼν πάντα τεθαύμακας καὶ ἐφ’ ἑκάστῳ τῶν πραττομένων μετέωρος εἶ· ξένα γάρ σοι καὶ ἄγνωστα πάντα· καὶ ἥ τε οἰκετεία εἰς σὲ ἀποβλέπει καὶ τῶν παρόντων ἕκαστος ὅ τι πράξεις ἐπιτηροῦσιν, οὐδὲ αὐτῷ δὲ ἀμελὲς τῷ πλουσίῳ τοῦτο, ἀλλὰ καὶ προεῖπέ τισι τῶν οἰκετῶν ἐπισκοπεῖν εἴ πως εἰς τοὺς παῖδας ἢ εἰς τὴν γυναῖκα πολλάκις ἐκ περιωπῆς ἀποβλέψεις. οἱ μὲν γὰρ τῶν συνδείπνων ἀκόλουθοι ὁρῶντες ἐκπεπληγμένον εἰς τὴν ἀπειρίαν τῶν δρωμένων ἀποσκώπτουσι, τεκμήριον τοῦ μὴ παρ’ ἄλλῳ

436