Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/444

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

ἀηδὴς ἐπαινουμένῳ καὶ εὐδαιμονιζομένῳ, σοὶ δὲ ὁ ὑπὲρ τῆς ψυχῆς ἀγὼν καὶ ὑπὲρ ἅπαντος τοῦ βίου τότε προκεῖσθαι δοκεῖ· ὑπεισέρχεται γὰρ εἰκότως τὸ μηδ’ ὑπ’ ἄλλου ἂν καταδεχθῆναι πρὸς τοῦ προτέρου ἀποβληθέντα καὶ δόξαντα εἶναι ἀδόκιμον. ἀνάγκη τοίνυν εἰς μυρία διαιρεθῆναι τότε, τοῖς μὲν ἀντεξεταζομένοις φθονοῦντα, — τίθει γὰρ καὶ ἄλλους εἶναι τῶν αὐτῶν ἀντιποιουμένους — αὐτὸν δὲ πάντα ἐνδεῶς εἰρηκέναι νομίζοντα, φοβούμενον δὲ καὶ ἐλπίζοντα καὶ πρὸς τὸ ἐκείνου πρόσωπον ἀτενίζοντα καὶ εἰ μὲν ἐκφαυλίζοι τι τῶν λεγομένων, ἀπολλύμενον, εἰ δὲ μειδιῶν ἀκούοι, 12  γεγηθότα καὶ εὔελπιν καθιστάμενον. εἰκὸς δὲ πολλοὺς εἶναι τοὺς ἐναντία σοι φρονοῦντας καὶ ἄλλους ἀντὶ σοῦ τιθεμένους, ὧν ἕκαστος ὥσπερ ἐκ λόχου τοξεύων λέληθεν. εἶτ’ ἐννόησον ἄνδρα ἐν βαθεῖ πώγωνι καὶ πολιᾷ τῇ κόμῃ ἐξεταζόμενον εἲ τι οἶδεν ὠφέλιμον, καὶ τοῖς μὲν δοκοῦντα εἰδέναι, τοῖς δὲ μή.

Μέσος ἐν τοσούτῳ χρόνος, καὶ πολυπραγμονεῖταί σου ἅπας ὁ παρεληλυθὼς βίος, κἂν μέν τις ἢ πολίτης ὑπὸ φθόνου ἢ γείτων ἔκ τινος εὐτελοῦς αἰτίας προσκεκρουκὼς ἀνακρινόμενος εἴπῃ μοιχὸν ἢ παιδεραστήν, τοῦτ’ ἐκεῖνο, ἐκ τῶν Διὸς δέλτων ὁ μάρτυς, ἂν δὲ πάντες ἅμα ἑξῆς ἐπαινῶσιν, ὕποπτοι καὶ ἀμφίβολοι καὶ δεδεκασμένοι. Χρὴ τοίνυν πολλὰ εὐτυχῆσαι καὶ μηδὲν ὅλως ἐναντιωθῆναι· μόνως γὰρ ἂν οὕτως κρατήσειας.

Εἶεν· καὶ δὴ εὐτύχηταί σοι πάντα εὐχῆς μειζόνως· αὐτός τε γὰρ ἐπῄνεσε τοὺς λόγους καὶ

432