Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/438

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

γνωσις ἀπαγάγῃ τῆς ἄγαν ἐπιθυμίας καὶ ἀνέραστος αὐτοῖς γένηται· προσμειδιῶσιν οὖν καὶ ὑπισχνοῦνται καὶ ἀεὶ εὖ ποιήσουσι καὶ χαριοῦνται καὶ ἐπιμελήσονται πολυτελῶς. εἶτ’ ἔλαθον ἄμφω γηράσαντες, ἔξωροι γενόμενοι καὶ οὗτος τοῦ ἐρᾶν κἀκεῖνος τοῦ μεταδιδόναι. πέπρακται δ’ οὖν αὐτοῖς οὐδὲν ἐν ἅπαντι τῷ βίῳ πέρα τῆς ἐλπίδος.

8  Τὸ μὲν δὴ δι’ ἡδονῆς ἐπιθυμίαν ἅπαντα ὑπομένειν οὐ πάνυ ἴσως ὑπαίτιον, ἀλλὰ συγγνώμη εἴ τις ἡδονῇ χαίρει καὶ τοῦτο ἐξ ἅπαντος θεραπεύει ὅπως μεθέξει αὐτῆς. καίτοι αἰσχρὸν ἴσως καὶ ἀνδραποδῶδες ἀποδόσθαι διὰ ταύτην ἑαυτὸν πολὺ γὰρ ἡδίων ἡ ἐκ τῆς ἐλευθερίας ἡδονή. ὅμως δ’ οὖν ἐχέτω τινὰ συγγνώμην αὐτοῖς, εἰ ἐπιτυγχάνοιτο· τὸ δὲ δι’ ἡδονῆς ἐλπίδα μόνον πολλὰς ἀηδίας ὑπομένειν γελοῖον οἶμαι καὶ ἀνόητον, καὶ ταῦτα ὁρῶντας ὡς οἱ μὲν πόνοι σαφεῖς καὶ πρόδηλοι καὶ ἀναγκαῖοι, τὸ δὲ ἐλπιζόμενον ἐκεῖνο, ὁτιδήποτέ ἐστιν τὸ ἡδύ, οὔτε ἐγένετό πω τοσούτου χρόνου, προσέτι δὲ οὐδὲ γενήσεσθαι ἔοικεν, εἴ τις ἐκ τῆς ἀληθείας λογίζοιτο. οἱ μέν γε τοῦ Ὀδυσσέως ἑταῖροι γλυκύν τινα τὸν λωτὸν ἐσθίοντες ἠμέλουν τῶν ἄλλων καὶ πρὸς τὸ παρὸν ἡδὺ τῶν καλῶς ἐχόντων κατεφρόνουν· ὥστε οὐ πάντῃ ἄλογος αὐτῶν ἡ λήθη τοῦ καλοῦ, πρὸς τῷ ἡδεῖ ἐκείνῳ τῆς ψυχῆς διατριβούσης. τὸ δὲ λιμῷ συνόντα παρεστῶτα ἄλλῳ τοῦ λωτοῦ ἐμφορουμένῳ μηδὲν

426