καὶ ὅσα ἄλλα δείματα ὑπὲρ τῆς πενίας οἱ ἀγεννέστατοι τῶν ποιητῶν ἐξενηνόχασιν.
Ἐγὼ δ’ εἰ μὲν ἑώρων αὐτοὺς φυγήν τινα ὡς ἀληθῶς τῆς πενίας εὑρισκομένους ἐκ τῶν τοιούτων συνουσιῶν, οὐκ ἂν ὑπὲρ τῆς ἄγαν ἐλευθερίας ἐμικρολογούμην πρὸς αὐτούς· ἐπεὶ δὲ — ὡς ὁ καλός που ῥήτωρ ἔφη — τοῖς τῶν νοσούντων σιτίοις ἐοικότα λαμβάνουσι, τίς ἔτι μηχανὴ μὴ οὐχὶ καὶ πρὸς τοῦτο κακῶς βεβουλεῦσθαι δοκεῖν αὐτούς, ἀεὶ μενούσης αὐτοῖς ὁμοίας τῆς ὑποθέσεως τοῦ βίου; πενία γὰρ εἰσαεὶ καὶ τὸ λαμβάνειν ἀναγκαῖον καὶ ἀπόθετον οὐδὲν οὐδὲ περιττὸν εἰς φυλακήν, ἀλλὰ τὸ δοθέν, κἂν δοθῇ, κἂν ἀθρόως ληφθῇ, πᾶν ἀκριβῶς καὶ τῆς χρείας ἐνδεῶς καταναλίσκεται. καλῶς δὲ εἶχε μὴ τοιαύτας τινὰς ἀφορμὰς ἐπινοεῖν αἳ τὴν πενίαν τηροῦσι παραβοηθοῦσαι μόνον αὐτῇ, ἀλλ’ αἳ τέλεον ἐξαιρήσουσιν, καὶ ὑπέρ γε τοῦ τοιούτου καὶ εἰς βαθυκήτεα πόντον ἴσως ῥιπτεῖν, εἰ δεῖ, ὦ Θέογνι, καὶ πετρέων, ὡς φής, κατ’ ἠλιβάτων. εἰ δέ τις ἀεὶ πένης καὶ ἐνδεὴς καὶ ὑπόμισθος ὢν οἴεται πενίαν αὐτῷ τούτῳ διαπεφευγέναι, οὐκ οἶδα πῶς ὁ τοιοῦτος οὐκ ἂν δόξειεν ἑαυτὸν ἐξαπατᾶν.
6 Ἄλλοι δὲ πενίαν μὲν αὐτὴν οὐκ ἂν φοβηθῆναι οὐδὲ καταπλαγῆναί φασιν, εἰ ἐδύναντο τοῖς ἄλλοις ὁμοίως πονοῦντες ἐκπορίζειν τὰ ἄλφιτα, νῦν δέ, πεπονηκέναι γὰρ αὐτοῖς τὰ σώματα ἢ ὑπὸ γήρως ἢ ὑπὸ νόσων, ἐπὶ τήνδε ῥᾴστην οὖσαν τὴν μισθοφορὰν ἀπηντηκέναι. φέρ’ οὖν ἴδωμεν εἰ ἀληθῆ λέγουσιν καὶ ἐκ τοῦ ῥᾴστου, μὴ πολλὰ μηδὲ πλείω τῶν ἄλλων πονοῦσι, περιγίγνεται αὐτοῖς τὰ διδόμενα· εὐχῇ γὰρ ἂν ἐοικότα εἴη ταῦτά γε, μὴ