Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/400

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN
ΑΦΡΟΔΙΤΗ

Ἄλλως ἠρόμην.

ΑΘΗΝΑ

4  Παραπρεσβεύεις, ὦ οὗτος, ἰδίᾳ πάλαι ταύτῃ κοινολογούμενος.

ΕΡΜΗΣ

Οὐδέν, ὦ Ἀθηνᾶ, δεινὸν οὐδὲ καθʼ ὑμῶν, ἀλλʼ ἤρετό με εἰ ἄγαμος ὁ Πάρις ἐστίν.

ΑΘΗΝΑ

Ὡς δὴ τί τοῦτο πολυπραγμονοῦσα;

ΕΡΜΗΣ

Οὐκ οἶδα· φησὶ δʼ οὖν ὅτι ἄλλως ἐπελθόν, οὐκ ἐξεπίτηδες ἤρετο.

ΑΘΗΝΑ

Τί οὖν; ἄγαμός ἐστιν;

ΕΡΜΗΣ

Οὐ δοκεῖ.

ΑΘΗΝΑ

Τί δέ; τῶν πολεμικῶν ἐστιν αὐτῷ ἐπιθυμία καὶ φιλόδοξός τις, ἢ τὸ πᾶν βουκόλος;

ΕΡΜΗΣ

Τὸ μὲν ἀληθὲς οὐκ ἔχω εἰπεῖν, εἰκάζειν δὲ χρὴ νέον ὄντα καὶ τούτων ὀρέγεσθαι τυχεῖν καὶ βούλεσθαι ἂν πρῶτον αὐτὸν εἶναι κατὰ τὰς μάχας.

ΑΦΡΟΔΙΤΗ

Ὁρᾷς, οὐδὲν ἐγὼ μέμφομαι οὐδὲ ἐγκαλῶ σοι τὸ πρὸς ταύτην ἰδίᾳ λαλεῖν· μεμψιμοίρων γὰρ καὶ οὐκ Ἀφροδίτης τὰ τοιαῦτα.

388