Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/40

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
αληθεια

Ἕπεσθον, ὦ Ἐλευθερία καὶ Παρρησία, μεθ’ ἡμῶν, ὡς τὸν δείλαιον τουτονὶ ἀνθρωπίσκον ἐραστὴν ἡμέτερον ὄντα καὶ κινδυνεύοντα ἐπὶ μηδεμιᾷ προφάσει δικαίᾳ σῶσαι δυνηθῶμεν. Σὺ δέ, ὦ Ἔλεγχε, αὐτοῦ περίμεινον.

παρρησιαδησ

Μηδαμῶς, ὦ δέσποινα, ἡκέτω δὲ καὶ οὗτος, εἰ καί τις ἄλλος· οὐ γὰρ τοῖς τυχοῦσι θηρίοις προσπολεμῆσαι δεήσει με, ἀλλ’ ἀλαζόσιν ἀνθρώποις καὶ δυσελέγκτοις, ἀεί τινας ἀποφυγὰς εὑρισκομένοις, ὥστε ἀναγκαῖος ὁ Ἔλεγχος.

ελεγχοσ

Ἀναγκαιότατος μὲν οὖν ἄμεινον δέ, εἰ καὶ τὴν Ἀπόδειξιν παραλάβοις.

αληθεια

Ἕπεσθε πάντες, ἐπείπερ ἀναγκαῖοι δοκεῖτε πρὸς τὴν δίκην.

πλατων

18 Ὁρᾷς; προσεταιρίζεται καθ’ ἡμῶν, ὦ Φιλοσοφία, τὴν Ἀλήθειαν.

φιλοσοφια

Εἶτα δέδιτε, ὦ Πλάτων καὶ Χρύσιππε καὶ Ἀριστότελες, μή τι ψεύσηται ὑπὲρ αὐτοῦ Ἀλήθεια οὖσα;

πλατων

Οὐ τοῦτο, ἀλλὰ δεινῶς πανοῦργός ἐστιν καὶ κολακικός· ὥστε παραπείσει αὐτήν.