Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/392

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN
ΦΙΛΟΚΛΗΣ

40  Καὶ αὐτός, ὦ Τυχιάδη, τοιοῦτόν τι ἀπέλαυσα τῆς διηγήσεως. φασί γέ τοι μὴ μόνον λυττᾶν καὶ τὸ ὕδωρ φοβεῖσθαι ὁπόσους ἂν οἱ λυττῶντες κύνες δάκωσιν, ἀλλὰ κἄν τινα ὁ δηχθεὶς ἄνθρωπος δάκῃ, ἴσα τῷ κυνὶ δύναται τὸ δῆγμα, καὶ τὰ αὐτὰ κἀκεῖνος φοβεῖται. καὶ σὺ τοίνυν ἔοικας αὐτὸς ἐν Εὐκράτους δηχθεὶς ὑπὸ πολλῶν ψευσμάτων μεταδεδωκέναι κἀμοὶ τοῦ δήγματος· οὕτω δαιμόνων μοι τὴν ψυχὴν ἐνέπλησας.

ΤΥΧΙΑΔΗΣ

Ἀλλὰ θαρρῶμεν, ὦ φιλότης, μέγα τῶν τοιούτων ἀλεξιφάρμακον ἔχοντες τὴν ἀλήθειαν καὶ τὸν ἐπὶ πᾶσι λόγον ὀρθόν, ᾧ χρωμένους ἡμᾶς μηδὲν μὴ ταράξῃ τῶν κενῶν καὶ ματαίων τούτων ψευσμάτων.

380