οὕτως ἄρα ἐπέπειστο μηδὲν οἷόν τε εἶναι συστῆναι τοιοῦτον ὥστε, ἐπειδὴ καθείρξας ἑαυτὸν εἰς μνῆμα ἔξω πυλῶν ἐνταῦθα διετέλει γράφων καὶ συντάττων καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν, καί τινες τῶν νεανίσκων ἐρεσχελεῖν αὐτὸν βουλόμενοι καὶ δειματοῦν στειλάμενοι νεκρικῶς ἐσθῆτι μελαίνῃ καὶ προσωπείοις εἰς τὰ κρανία μεμιμημένοις περιστάντες αὐτὸν περιεχόρευον ὑπὸ πυκνῇ τῇ βάσει ἀναπηδῶντες, ὁ δὲ οὔτε ἔδεισεν τὴν προσποίησιν αὐτῶν οὔτε ὅλως ἀνέβλεψεν πρὸς αὐτούς, ἀλλὰ μεταξὺ γράφων, ‟Παύσασθε,” ἔφη, ‟παίζοντες·” οὕτω βεβαίως ἐπίστευε μηδὲν εἶναι τὰς ψυχὰς ἔτι ἔξω γενομένας τῶν σωμάτων.»
«Tοῦτο φής,» ἦ δʼ ὃς ὁ Εὐκράτης, «ἀνόητόν τινα ἄνδρα καὶ τὸν Δημόκριτον γενέσθαι, εἴ γε οὕτως ἐγίγνωσκεν. 33 ἐγὼ δὲ ὑμῖν καὶ ἄλλο διηγήσομαι αὐτὸς παθών, οὐ παρʼ ἄλλου ἀκούσας· τάχα γὰρ ἂν καὶ σύ, ὦ Τυχιάδη, ἀκούων προσβιβασθείης πρὸς τὴν ἀλήθειαν τῆς διηγήσεως.
«Ὁπότε γὰρ ἐν Αἰγύπτῳ διῆγον ἔτι νέος ὤν, ὑπὸ τοῦ πατρὸς ἐπὶ παιδείας προφάσει ἀποσταλείς, ἐπεθύμησα εἰς Κοπτὸν ἀναπλεύσας ἐκεῖθεν ἐπὶ τὸν Μέμνονα ἐλθὼν ἀκοῦσαι τὸ θαυμαστὸν ἐκεῖνο ἠχοῦντα πρὸς ἀνίσχοντα τὸν ἥλιον. ἐκείνου μὲν οὖν ἤκουσα οὐ κατὰ τὸ κοινὸν τοῖς πολλοῖς ἄσημόν τινα φωνήν, ἀλλά μοι καὶ ἔχρησεν ὁ Μέμνων αὐτὸς ἀνοίξας γε τὸ στόμα ἐν ἔπεσιν ἑπτά, καὶ εἴ γε μὴ περιττὸν ἦν, αὐτὰ ἂν ὑμῖν εἶπον τὰ ἔπη. 34 κατὰ δὲ τὸν ἀνάπλουν ἔτυχεν ἡμῖν συμπλέων Μεμφίτης ἀνὴρ τῶν ἱερῶν γραμ-