Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/342

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

Καθέζεσθαι οὖν με παρʼ αὐτὸν ἐπὶ τῆς κλίνης ὁ Εὐκράτης ἐκέλευεν, ἠρέμα ἐγκλίνας τῇ φωνῇ εἰς τὸ ἀσθενικὸν ὁπότε εἶδέ με, καίτοι βοῶντος αὐτοῦ καὶ διατεινομένου τι μεταξὺ εἰσιὼν ἐπήκουον. κἀγὼ μάλα πεφυλαγμένως, μὴ ψαύσαιμι τοῖν ποδοῖν αὐτοῦ, ἀπολογησάμενος τὰ συνήθη ταῦτα, ὡς ἀγνοήσαιμι νοσοῦντα καὶ ὡς ἐπεὶ ἔμαθον δρομαῖος ἔλθοιμι, ἐκαθεζόμην πλησίον.

7  Oἱ μὲν δὴ ἐτύγχανον οἶμαι περὶ τοῦ νοσήματος τὰ μὲν ἤδη πολλὰ προειρηκότες, τὰ δὲ καὶ τότε διεξιόντες, ἔτι δὲ καὶ θεραπείας τινὰς ἕκαστος ὑποβάλλοντες. ὁ γοῦν Κλεόδημος, «Eἰ τοίνυν,» φησίν, «τῇ ἀριστερᾷ τις ἀνελόμενος χαμᾶθεν τὸν ὀδόντα τῆς μυγαλῆς οὕτω φονευθείσης, ὡς προεῖπον, ἐνδήσειεν εἰς δέρμα λέοντος ἄρτι ἀποδαρέν, εἶτα περιάψειε περὶ τὰ σκέλη, αὐτίκα παύεται τὸ ἄλγημα.»

«Oὐκ εἰς λέοντος,» ἔφη ὁ Δεινόμαχος, «ἐγὼ ἤκουσα, ἐλάφου δὲ θηλείας ἔτι παρθένου καὶ ἀβάτου· καὶ τὸ πρᾶγμα οὕτω πιθανώτερον· ὠκὺ γὰρ ἡ ἔλαφος καὶ ἔρρωται μάλιστα ἐκ τῶν ποδῶν. ὁ δὲ λέων ἄλκιμος μέν, καὶ τὸ λίπος αὐτοῦ καὶ ἡ χεὶρ ἡ δεξιὰ καὶ αἱ τρίχες ἐκ τοῦ πώγωνος αἱ ὀρθαὶ μεγάλα δύνανται, εἴ τις ἐπίσταιτο αὐτοῖς χρῆσθαι μετὰ τῆς οἰκείας ἐπῳδῆς ἑκάστῳ· ποδῶν δὲ ἴασιν ἥκιστα ἐπαγγέλλεται.»

«Kαὶ αὐτός,» ἦ δʼ ὃς ὁ Κλεόδημος, «οὕτω πάλαι ἐγίγνωσκον, ἐλάφου χρῆναι τὸ δέρμα εἶναι, διότι ὠκὺ ἔλαφος· ἔναγχος δὲ Λίβυς ἀνὴρ σοφὸς

330