Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/326

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

ἔφασκες, ἀμελέτητος ὤν, ἀλλʼ ὥσπερ ἄν τις ὑπὸ τῶν μεγίστων γεγυμνασμένος. λοιπόν, εἰ μὴ αἴσχιον αὐτὸ τὸ ὄνομά ἐστι τῆς παρασιτικῆς, θέλω μαθεῖν.

ΣΙΜΩΝ

Ὅρα δὴ τὴν ἀπόκρισιν, ἐάν σοι ἱκανῶς λέγεσθαι δοκῇ, καὶ πειρῶ πάλιν αὐτὸς ἀποκρίνασθαι πρὸς τὸ ἐρωτώμενον ᾗ ἄριστα οἴει. φέρε γάρ, τὸν σῖτον οἱ παλαιοὶ τί καλοῦσι;

ΤΥΧΙΑΔΗΣ

Τροφήν.

ΣΙΜΩΝ

Τί δὲ τὸ σιτεῖσθαι, οὐχὶ τὸ ἐσθίειν;

ΤΥΧΙΑΔΗΣ

Ναί.

ΣΙΜΩΝ

Οὐκοῦν καθωμολόγηται τὸ παρασιτεῖν ὅτι οὐκ ἄλλο ἐστίν;

ΤΥΧΙΑΔΗΣ

Τοῦτο γάρ, ὦ Σίμων, ἐστὶν ὃ αἰσχρὸν φαίνεται.

ΣΙΜΩΝ

Φέρε δὴ πάλιν ἀπόκριναί μοι, πότερόν σοι δοκεῖ διαφέρειν, καὶ προκειμένων ἀμφοῖν πότερον ἂν αὐτὸς ἕλοιο, ἆρά γε τὸ πλεῖν ἢ τὸ παραπλεῖν;

ΤΥΧΙΑΔΗΣ

Τὸ παραπλεῖν ἔγωγε.

314