δύνασαι γινώσκειν ὅτι πλούσιος ἀνήρ, εἰ καὶ τὸ Γύγου χρυσίον ἔχοι, μόνος ἐσθίων πένης ἐστὶν καὶ προϊὼν ἄνευ παρασίτου πτωχὸς δοκεῖ, καὶ ὥσπερ στρατιώτης χωρὶς ὅπλων ἀτιμότερος καὶ ἐσθὴς ἄνευ πορφύρας καὶ ἵππος ἄνευ φαλάρων, οὕτω καὶ πλούσιος ἄνευ παρασίτου ταπεινός τις καὶ εὐτελὴς φαίνεται. καὶ μὴν ὁ μὲν πλούσιος κοσμεῖται ὑπʼ αὐτοῦ, τὸν δὲ παράσιτον πλούσιος οὐδέποτε κοσμεῖ. 59 ἄλλως τε οὐδὲ ὄνειδος αὐτῷ ἐστιν, ὡς σὺ φής, τὸ παρασιτεῖν ἐκείνῳ, δῆλον ὅτι ὥς τινι κρείττονι χείρονα, ὅπου γε μὴν τῷ πλουσίῳ τοῦτο λυσιτελές ἐστιν, τὸ τρέφειν τὸν παράσιτον, ᾧ γε μετὰ τοῦ κοσμεῖσθαι ὑπʼ αὐτοῦ καὶ ἀσφάλεια πολλὴ ἐκ τῆς τούτου δορυφορίας ὑπάρχει· οὔτε γὰρ μάχῃ ῥᾳδίως ἄν τις ἐπιχειρήσαι τῷ πλουσίῳ τοῦτον ὁρῶν παρεστῶτα, ἀλλʼ οὐδʼ ἂν ἀποθάνοι φαρμάκῳ οὐδεὶς ἔχων παράσιτον. τίς γὰρ ἂν τολμήσειεν ἐπιβουλεῦσαί τινι τούτου προεσθίοντος καὶ προπίνοντος; ὥστε ὁ πλούσιος οὐχὶ κοσμεῖται μόνον, ἀλλὰ καὶ ἐκ τῶν μεγίστων κινδύνων ὑπὸ τοῦ παρασίτου σώζεται. οὕτω μὲν ὁ παράσιτος διὰ φιλοστοργίαν πάντα κίνδυνον ὑπομένει, καὶ οὐκ ἂν παραχωρήσειεν τῷ πλουσίῳ φαγεῖν μόνῳ, ἀλλὰ καὶ ἀποθανεῖν αἱρεῖται συμφαγών.
60 Πάντα μοι δοκεῖς, ὦ Σίμων, διεξελθεῖν ὑστερήσας οὐδὲν τῆς σεαυτοῦ τέχνης, οὐχ ὥσπερ αὐτὸς