κἀν τοῖς βιβλίοις ἀπολελειμμένα ὑπομνήματα ἔχομεν ὧν ἠδίκησαν. ἀπολογία μὲν γὰρ Σωκράτους ἐστὶν καὶ Αἰσχίνου καὶ Ὑπερίδου καὶ Δημοσθένους καὶ τῶν πλείστων σχεδόν τι ῥητόρων καὶ σοφῶν, παρασίτου δὲ οὐκ ἔστιν ἀπολογία οὐδʼ ἔχει τις εἰπεῖν δίκην πρὸς παράσιτόν τινι γεγραμμένην.
57 Ἀλλὰ νὴ Δία ὁ μὲν βίος τοῦ παρασίτου κρείττων ἐστὶν τοῦ τῶν ῥητόρων καὶ τῶν φιλοσόφων, ὁ δὲ θάνατος φαυλότερος; πάνυ μὲν οὖν τοὐναντίον παρὰ πολὺ εὐδαιμονέστερος. φιλοσόφους μὲν γὰρ ἴσμεν ἅπαντας ἢ τοὺς πλείστους κακοὺς κακῶς ἀποθανόντας, τοὺς μὲν ἐκ καταδίκης, ἑαλωκότας ἐπὶ τοῖς μεγίστοις ἀδικήμασι, φαρμάκῳ, τοὺς δὲ καταπρησθέντας τὸ σῶμα ἅπαν, τοὺς δὲ ἀπὸ δυσουρίας φθινήσαντας, τοὺς δὲ φυγόντας. παρασίτου δὲ θάνατον οὐδεὶς ἔχει τοιοῦτον εἰπεῖν, ἀλλὰ τὸν εὐδαιμονέστατον φαγόντος καὶ πιόντος. εἰ δέ τις καὶ δοκεῖ βιαίῳ τετελευτηκέναι θανάτῳ, ἀπεπτήσας ἀπέθανεν.
58 Tαῦτα μὲν ἱκανῶς διημίλληταί σοι τὰ πρὸς τοὺς φιλοσόφους ὑπὲρ τοῦ παρασίτου. λοιπὸν δὲ εἰ καλὸν καὶ λυσιτελές ἐστιν τὸ κτῆμα τοῦτο τῷ τρέφοντι, πειρῶ λέγειν· ἐμοὶ μὲν γὰρ δοκοῦσιν ὥσπερ εὐεργετοῦντες καὶ χαριζόμενοι τρέφειν αὐτοὺς οἱ πλούσιοι, καὶ εἶναι τοῦτο αἰσχύνην τῷ τρεφομένῳ.
Ὡς ἠλίθιά γε σου, ὦ Τυχιάδη, ταῦτα, εἰ μὴ