Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/308

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

οἰκείοις ἀποδοθῇ, ἀλλʼ οἵας εἰκὸς ἀφεῖναι παράσιτον. τίνας δὴ ταύτας;

τοιοῦτοι δʼ εἴπερ μοι ἐείκοσιν ἀντεβόλησαν,
πάντες κʼ αὐτόθʼ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.

ΤΥΧΙΑΔΗΣ

47  Ταῦτα μὲν ἱκανῶς· ὅτι δὲ μὴ φίλος ἀλλὰ παράσιτος ἦν ὁ Πάτροκλος τοῦ Ἀχιλλέως πειρῶ λέγειν.

ΣΙΜΩΝ

Αὐτόν, ὦ Τυχιάδη, τὸν Πάτροκλον ὅτι παράσιτος ἦν λέγοντά σοι παρέξομαι.

ΤΥΧΙΑΔΗΣ

Θαυμαστὰ λέγεις.

ΣΙΜΩΝ

Ἄκουε τοίνυν αὐτῶν τῶν ἐπῶν·

μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ, Ἀχιλλεῦ,
ἀλλʼ ὁμοῦ, ὡς ἐτράφην περ ἐν ὑμετέροισι δόμοισι.

καὶ πάλιν ὑποβάς, «καὶ νῦν με δεξάμενος,» φησίν, «ὁ Πηλεὺς

ἔτρεφεν ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνε.»

τουτέστι παράσιτον εἶχεν. εἰ μὲν τοίνυν φίλον ἐβούλετο τὸν Πάτροκλον λέγειν, οὐκ ἂν αὐτὸν ὠνόμαζεν θεράποντα· ἐλεύθερος γὰρ ἦν ὁ Πάτροκλος. τίνας τοίνυν λέγει τοὺς θεράποντας, εἰ

296