Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/302

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

παλαίστραν κατέφυγεν. πολὺ γὰρ αὐτῷ ἀστειότερον ἐδόκει μετὰ τῶν μειρακυλλίων καθεζόμενον ὀαρίζειν καὶ σοφισμάτια προβάλλειν τοῖς ἐντυγχάνουσιν ἢ ἀνδρὶ Σπαρτιάτῃ μάχεσθαι.

ΤΥΧΙΑΔΗΣ

Ὦ γενναῖε, ταῦτα μὲν ἤδη καὶ παρʼ ἄλλων ἐπυθόμην, οὐ μὰ Δία σκώπτειν αὐτοὺς καὶ ὀνειδίζειν βουλομένων· ὥστε οὐδέν τί μοι δοκεῖς χαριζόμενος τῇ σεαυτοῦ τέχνῃ καταψεύδεσθαι τῶν ἀνδρῶν. 44  ἀλλʼ εἰ δοκεῖ ἤδη, φέρε καὶ σὺ τὸν παράσιτον ὁποῖός τίς ἐστιν ἐν πολέμῳ λέγε, καὶ εἰ καθόλως λέγεται παράσιτός τις γενέσθαι τῶν παλαιῶν;

ΣΙΜΩΝ

Καὶ μήν, ὦ φιλότης, οὐδεὶς οὕτως ἀνήκοος Ὁμήρου, οὐδʼ ἂν πάμπαν ἰδιώτης τύχῃ, ὃς οὐκ ἐπίσταται παρʼ αὐτῷ τοὺς ἀρίστους τῶν ἡρώων παρασίτους ὄντας. ὅ τε γὰρ Νέστωρ ἐκεῖνος, οὗ ἀπὸ τῆς γλώττης ὥσπερ μέλι ὁ λόγος ἀπέρρει, αὐτοῦ τοῦ βασιλέως παράσιτος ἦν, καὶ οὔτε τὸν Ἀχιλλέα, ὅσπερ ἐδόκει τε καὶ ἦν τὸ σῶμα γενναιότατος, οὔτε τὸν Διομήδην οὔτε τὸν Αἴαντα ὁ Ἀγαμέμνων οὕτως ἐπαινεῖ τε καὶ θαυμάζει ὥσπερ τὸν Νέστορα. οὐδὲ γὰρ δέκα Αἴαντας εὔχεται γενέσθαι αὑτῷ οὔτε δέκα Ἀχιλλέας· πάλαι δʼ ἂν ἑαλωκέναι τὴν Τροίαν, εἰ τοιούτους ὁποῖος ἦν οὗτος ὁ παράσιτος, καίπερ γέρων ὤν, στρατιώτας εἶχεν δέκα. καὶ τὸν Ἰδομενέα τὸν τοῦ Διὸς ἔγγονον παράσιτον Ἀγαμέμνονος ὁμοίως λέγει.

290