Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/300

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

προελθεῖν εἰς τὴν Βοιωτίαν, πρὶν ἢ συμμῖξαι τὰ στρατόπεδα καὶ συμβαλεῖν εἰς χεῖρας ῥίψας τὴν ἀσπίδα ἔφυγεν. ἢ οὐδέπω ταῦτα πρότερον διήκουσας οὐδενός, πάνυ γνώριμα ὄντα οὐχ ὅπως Ἀθηναίοις, ἀλλὰ Θρᾳξὶ καὶ Σκύθαις, ὅθεν ἐκεῖνο τὸ κάθαρμα ἦν;

ΤΥΧΙΑΔΗΣ

43  Ἐπίσταμαι ταῦτα· ἀλλʼ οὗτοι μὲν ῥήτορες καὶ λόγους λέγειν ἠσκηκότες, ἀρετὴν δὲ οὔ. τί δὲ περὶ τῶν φιλοσόφων λέγεις; οὐ γὰρ δὴ τούτους ἔχεις ὥσπερ ἐκείνους αἰτιᾶσθαι.

ΣΙΜΩΝ

Οὗτοι πάλιν, ὦ Τυχιάδη, οἱ περὶ τῆς ἀνδρείας ὁσημέραι διαλεγόμενοι καὶ κατατρίβοντες τὸ τῆς ἀρετῆς ὄνομα πολλῷ μᾶλλον τῶν ῥητόρων φανοῦνται δειλότεροι καὶ μαλακώτεροι. σκόπει δὴ οὕτως. πρῶτον μὲν οὐκ ἔστιν ὅστις εἰπεῖν ἔχοι φιλόσοφον ἐν πολέμῳ τετελευτηκότα· ἤτοι γὰρ οὐδὲ ὅλως ἐστρατεύσαντο, ἢ εἴπερ ἐστρατεύσαντο, πάντες ἔφυγον. Ἀντισθένης μὲν οὖν καὶ Διογένης καὶ Κράτης καὶ Ζήνων καὶ Πλάτων καὶ Αἰσχίνης καὶ Ἀριστοτέλης καὶ πᾶς οὗτος ὁ ὅμιλος οὐδὲ εἶδον παράταξιν· μόνος δὲ τολμήσας ἐξελθεῖν εἰς τὴν ἐπὶ Δηλίῳ μάχην ὁ σοφὸς αὐτῶν Σωκράτης φεύγων ἐκεῖθεν ἀπὸ τῆς Πάρνηθος εἰς τὴν Ταυρέου

288