Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/298

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN
ΤΥΧΙΑΔΗΣ

Ὡς θαυμάσια πάντα καὶ οὐδὲν ὑπισχνῇ μέτριον. λέγε δὲ ὅμως.

ΣΙΜΩΝ

Τῶν μὲν τοίνυν ῥητόρων Ἰσοκράτης οὐχ ὅπως εἰς πόλεμον ἐξῆλθέν ποτε, ἀλλʼ οὐδʼ ἐπὶ δικαστήριον ἀνέβη, διὰ δειλίαν, οἶμαι, ὅτι οὐδὲ τὴν φωνὴν διὰ τοῦτο εἶχεν ἔτι. τί δʼ; οὐχὶ Δημάδης μὲν καὶ Αἰσχίνης καὶ Φιλοκράτης ὑπὸ δέους εὐθὺς τῇ καταγγελίᾳ τοῦ Φιλίππου πολέμου τὴν πόλιν προὔδοσαν καὶ σφᾶς αὐτοὺς τῷ Φιλίππῳ καὶ διετέλεσαν Ἀθήνησιν ἀεὶ τὰ ἐκείνου πολιτευόμενοι, ὃς εἴ γε καὶ ἄλλος τις Ἀθηναίοις κατὰ ταῦτα ἐπολέμει· κἀκεῖνος ἐν αὐτοῖς ἦν φίλος. Ὑπερίδης δὲ καὶ Δημοσθένης καὶ Λυκοῦργος, οἵ γε δοκοῦντες ἀνδρειότεροι κἀν ταῖς ἐκκλησίαις ἀεὶ θορυβοῦντες καὶ λοιδορούμενοι τῷ Φιλίππῳ, τί ποτε ἀπειργάσαντο γενναῖον ἐν τῷ πρὸς αὐτὸν πολέμῳ; καὶ Ὑπερίδης μὲν καὶ Λυκοῦργος οὐδὲ ἐξῆλθον, ἀλλʼ οὐδὲ ὅλως ἐτόλμησαν μικρὸν ἔξω παρακῦψαι τῶν πυλῶν, ἀλλʼ ἐντειχίδιοι ἐκάθηντο παρʼ αὐτοῖς ἤδη πολιορκούμενοι γνωμίδια καὶ προβουλευμάτια συντιθέντες. ὁ δὲ δὴ κορυφαιότατος αὐτῶν, ὁ ταυτὶ λέγων ἐν ταῖς ἐκκλησίαις συνεχῶς· «Φίλιππος γὰρ ὁ Μακεδὼν ὄλεθρος, ὅθεν οὐδὲ ἀνδράποδον πρίαιτό τίς ποτε,» τολμήσας

286