Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/288

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

ἐστιν, καὶ τὸ μηδέποτε ὁμολογεῖν ἓν εἶναι, τοῦτο αὐτὴν ἀναιρεῖ τοῦ ζητουμένου τὴν οὐσίαν.

30  Ἡ μέντοι παρασιτικὴ οὐχ οὕτως ἔχει, ἀλλὰ καὶ ἐν Ἕλλησι καὶ βαρβάροις μία ἐστὶν καὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως, καὶ οὐκ ἂν εἴποι τις ἄλλως μὲν τούσδε, ἑτέρως δὲ τούσδε παρασιτεῖν, οὐδέ εἰσιν ὡς ἔοικεν ἐν παρασίτοις τινες οἷον Στωϊκοὶ ἢ Ἐπικούρειοι δόγματα ἔχοντες διάφορα, ἀλλὰ πᾶσι πρὸς ἅπαντας ὁμολογία τίς ἐστιν καὶ συμφωνία τῶν ἔργων καὶ τοῦ τέλους. ὥστε ἔμοιγε δοκεῖ ἡ παρασιτικὴ κινδυνεύειν κατά γε τοῦτο καὶ σοφία εἶναι.

ΤΥΧΙΑΔΗΣ

31  Πάνυ μοι δοκεῖς ἱκανῶς ταῦτα εἰρηκέναι. ὡς δὲ καὶ τὰ ἄλλα χείρων ἐστὶν ἡ φιλοσοφία τῆς σῆς τέχνης, πῶς ἀποδεικνύεις;

ΣΙΜΩΝ

Οὐκοῦν ἀνάγκη πρῶτον εἰπεῖν ὅτι φιλοσοφίας μὲν οὐδέποτε ἠράσθη παράσιτος, παρασιτικῆς δὲ πάμπολλοι ἐπιθυμήσαντες μνημονεύονται φιλόσοφοι, καὶ μέχρι γε νῦν ἐρῶσιν.

ΤΥΧΙΑΔΗΣ

Καὶ τίνας ἂν ἔχοις εἰπεῖν φιλοσόφους παρασιτεῖν σπουδάσαντας;

ΣΙΜΩΝ

Οὕστινας μέντοι, ὦ Τυχιάδη; οὓς καὶ σὺ γιγνώσκων ὑποκρίνῃ ἀγνοεῖν κἀμὲ κατασοφίζῃ ὥς

276