Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/286

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

ποτε ἀριθμητικὴ μὲν μία ἐστὶ καὶ ἡ αὐτὴ καὶ δὶς δύο παρά τε ἡμῖν καὶ παρὰ Πέρσαις τέσσαρά ἐστιν καὶ συμφωνεῖ ταῦτα καὶ παρὰ Ἕλλησι καὶ βαρβάροις, φιλοσοφίας δὲ πολλὰς καὶ διαφόρους ὁρῶμεν καὶ οὔτε τὰς ἀρχὰς οὔτε τὰ τέλη σύμφωνα πασῶν;

ΤΥΧΙΑΔΗΣ

Ἀληθῆ λέγεις· μίαν μὲν γὰρ τὴν φιλοσοφίαν εἶναι λέγουσιν, αὐτοὶ δὲ αὐτὴν ποιοῦσι πολλάς.

ΣΙΜΩΝ

28  Καὶ μὴν καὶ τὰς μὲν ἄλλας τέχνας, εἰ καί τι κατὰ ταύτας ἀσύμφωνον εἴη, κἂν παρέλθοι τις συγγνώμης ἀξιώσας, ἐπεὶ μέσαι τε δοκοῦσι καὶ αἱ καταλήψεις αὐτῶν οὐκ εἰσὶν ἀμετάπτωτοι. φιλοσοφίαν δὲ τίς ἂν καὶ ἀνάσχοιτο μὴ μίαν εἶναι καὶ μηδὲ σύμφωνον αὐτὴν ἑαυτῇ μᾶλλον τῶν ὀργάνων; μία μὲν οὖν οὐκ ἔστι φιλοσοφία, ἐπειδὴ ὁρῶ καὶ ἄπειρον οὖσαν· πολλαὶ δὲ οὐ δύνανται εἶναι, ἐπειδήπερ ἡ σοφία μία.

29  Ὁμοίως δὲ καὶ περὶ τῆς ὑποστάσεως τῆς ῥητορικῆς ταὐτὰ φαίη τις ἄν· τὸ γὰρ περὶ ἑνὸς προκειμένου ταὐτὰ μὴ λέγειν ἅπαντας, ἀλλὰ μάχην εἶναι φορᾶς ἀντιδόξου, ἀπόδειξις μεγίστη τοῦ μηδὲ ἀρχὴν εἶναι τοῦτο οὗ μία κατάληψις οὐκ ἔστιν· τὸ γὰρ ζητεῖν τό, τί μᾶλλον αὐτό

274