Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN
ΤΥΧΙΑΔΗΣ
Ἀληθῆ λέγεις.
ΣΙΜΩΝ
Ἀλλὰ μέντοι οὐδὲ ἀτεχνία ἐστίν· ἡ γὰρ ἀτεχνία οὐδέποτε οὐδὲν κατορθοῖ τῷ κεκτημένῳ. φέρε γάρ, εἰ ἐπιτρέψειας σὺ σεαυτῷ ναῦν ἐν θαλάττῃ καὶ χειμῶνι μὴ ἐπιστάμενος κυβερνᾶν, σωθείης ἄν;
⟨ΤΥΧΙΑΔΗΣ⟩
⟨Οὐδαμῶς.⟩
⟨ΣΙΜΩΝ⟩
⟨Τί δʼ, εἰ ἵππους ἐπιτραφθείη τις μὴ ἐπιστάμενος ἠνιοχεῖν;⟩
ΤΥΧΙΑΔΗΣ
Οὐδʼ οὗτος.
ΣΙΜΩΝ
Τί δή ποτε, ἢ τῷ μὴ ἔχειν τέχνην, διʼ ἧς δυνήσεται σώζειν ἑαυτόν;
ΤΥΧΙΑΔΗΣ
Καὶ μάλα.
ΣΙΜΩΝ
Οὐκοῦν καὶ παράσιτος ὑπὸ τῆς παρασιτικῆς, εἴπερ ἦν ἀτεχνία, οὐκ ἂν ἐσώζετο;
ΤΥΧΙΑΔΗΣ
Ναί.
ΣΙΜΩΝ
Οὐκοῦν τέχνῃ σώζεται, ἀτεχνίᾳ δὲ οὔ;
ΤΥΧΙΑΔΗΣ
Πάνυ μὲν οὖν.
252