Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/258

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN
ΤΥΧΙΑΔΗΣ

Τί ποτʼ οὖν ἐστιν ἡ τέχνη; πάντως ἐπίστασαι.

ΣΙΜΩΝ

Πάνυ μὲν οὖν.

ΤΥΧΙΑΔΗΣ

Μὴ τοίνυν ὄκνει λέγειν αὐτήν, εἴπερ οἶσθα.

ΣΙΜΩΝ

4  Τέχνη ἐστίν, ὡς ἐγὼ διαμνημονεύω σοφοῦ τινος ἀκούσας, σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῷ βίῳ.

ΤΥΧΙΑΔΗΣ

Ὀρθῶς ἐκεῖνός γε εἰπὼν σύ τε ἀπομνημονεύσας.

ΣΙΜΩΝ

Εἰ δὲ μετέχοι τούτων ἁπάντων ἡ παρασιτική, τί ἂν ἄλλο ἢ καὶ αὐτὴ τέχνη εἴη;

ΤΥΧΙΑΔΗΣ

Τέχνη γάρ, εἴπερ οὕτως ἔχοι.

ΣΙΜΩΝ

Φέρε δὴ καθʼ ἕκαστον τοῖς τῆς τέχνης εἴδεσιν ἐφαρμόζοντες τὴν παρασιτικήν, εἰ συνᾴδει σκοπῶμεν ἢ ὁ περὶ αὐτῆς λόγος, καθάπερ αἱ πονηραὶ χύτραι διακρουόμεναι, σαθρὸν ἀποφθέγγεται. δεῖ τοίνυν πᾶσαν τέχνην σύστημα ἐκ καταλήψεων

246