Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/250

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN
ΤΥΧΙΑΔΗΣ

Τί δέ, ῥητορικήν; φιλοσοφίας μὲν γὰρ τοσοῦτον ἀπέχεις ὅσον καὶ ἡ κακία.

ΣΙΜΩΝ

Ἐγὼ μέν, εἰ οἷόν τε εἶναι, καὶ πλεῖον. ὥστε μὴ δόκει τοῦτο καθάπερ ἀγνοοῦντι ὀνειδίσαι· φημὶ γὰρ κακὸς εἶναι καὶ χείρων ἢ σὺ δοκεῖς.

ΤΥΧΙΑΔΗΣ

Ναί. ἀλλὰ ταύτας μὲν ἴσως τὰς τέχνας οὐκ ἐξέμαθες διὰ μέγεθος αὐτῶν καὶ δυσκολίαν, τῶν δὲ δημοτικῶν τινα, τεκτονικὴν ἢ σκυτοτομικήν; καὶ γὰρ οὐδὲ τἄλλα οὕτως ἔχει σοι, ὡς μὴ καὶ τοιαύτης ἂν δεηθῆναι τέχνης.

ΣΙΜΩΝ

Ὀρθῶς λέγεις, ὦ Τυχιάδη· ἀλλʼ οὐδὲ γὰρ τούτων οὐδεμιᾶς ἐπιστήμων εἰμί.

ΤΥΧΙΑΔΗΣ

Τίνος οὖν ἑτέρας;

ΣΙΜΩΝ

Τίνος; ὡς ἐγὼ οἶμαι, γενναίας· ἣν εἰ μάθοις, καὶ σὲ ἐπαινέσειν οἴομαι. ἔργῳ μὲν οὖν κατορθοῦν φημι ἤδη, εἰ δέ σοι καὶ λόγῳ, οὐκ ἔχω εἰπεῖν.

ΤΥΧΙΑΔΗΣ

Τίνα ταύτην;

ΣΙΜΩΝ

Οὔπω μοι δοκῶ τοὺς περὶ ταύτην ἐκμεμελετηκέναι λόγους. ὥστε ὅτι τέχνην μέν τινα ἐπι-

238