περιμένοντα ἐδείκνυεν αὐτῷ ἐκείνη1 τὴν ἐσθῆτα κἀμέ, οἷος ἥκοιμι, καί τι καὶ ὑπέμνησεν, οἷα μικροῦ δεῖν περὶ ἐμοῦ ἐβουλεύσαντο.
Ταῦτα μέμνημαι ἰδὼν ἀντίπαις ἔτι ὤν, ἐμοὶ δοκεῖν ἐκταραχθεὶς πρὸς τὸν τῶν πληγῶν φόβον.
17 Μεταξὺ δὲ λέγοντος, «Ἡράκλεις,» ἔφη τις, «ὡς μακρὸν τὸ ἐνύπνιον καὶ δικανικὸν.» εἶτ’ ἄλλος ὑπέκρουσε, «Χειμερινὸς ὄνειρος, ὅτε2 μήκισταί εἰσιν αἱ νύκτες, ἢ τάχα που τριέσπερος, ὥσπερ ὁ Ἡρακλῆς, καὶ αὐτός ἐστι. τί δ’ οὖν ἐπῆλθεν αὐτῷ ληρῆσαι ταῦτα πρὸς ἡμᾶς καὶ μνησθῆναι παιδικῆς νυκτὸς καὶ ὀνείρων παλαιῶν καὶ ἤδη γεγηρακότων; ἔωλος γὰρ ἡ ψυχρολογία. μὴ ὀνείρων ὑποκριτάς τινας ἡμᾶς ὑπείληφεν;» οὔκ, ὦγαθε· οὐδὲ γὰρ ὁ Ξενοφῶν ποτε διηγούμενος τὸ ἐνύπνιον, ὡς ἐδόκει αὐτῷ κεραυνὸς ἐμπεσὼν καίειν τὴν πατρῴαν οἰκίαν3 καὶ τὰ ἄλλα, — ἴστε γὰρ — οὐχ ὑπόκρισιν τὴν ὄψιν οὐδ’ ὡς φλυαρεῖν ἐγνωκὼς αὐτὰ διεξῄει, καὶ ταῦτα ἐν πολέμῳ καὶ ἀπογνώσει πραγμάτων, περιεστώτων πολεμίων, ἀλλά τι καὶ χρήσιμον εἶχεν ἡ διήγησις.
18 Καί τοίνυν κἀγὼ τοῦτον τὸν ὄνειρον ὑμῖν διηγησάμην ἐκείνου ἕνεκα, ὅπως οἱ νέοι πρὸς τὰ βελτίω τρέπωνται καὶ παιδείας ἔχωνται, καὶ
2 ὅτε Graevius (Z1 ?) ὅτι MSS.
3 <κεραυνὸς ἐμπεσὼν> καίειν τὴν πατρώαν οἰκίαν A.M.H.: καὶ ἐν τῇ πατρῴᾳ οἰκίᾳ MSS.