Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/232

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

καταγέμουσα, οἷος ἦν ὁ θεῖος ὁπότε ξέοι τοὺς λίθους· ἡ ἑτέρα δὲ μάλα εὐπρόσωπος καὶ τὸ σχῆμα εὐπρεπὴς καὶ κόσμιος τὴν ἀναβολήν.

Τέλος δ’ οὖν ἐφιᾶσί μοι δικάζειν, ὁποτὲρᾳ βουλοίμην συνεῖναι αὐτῶν. προτέρα δὲ ἡ σκληρά ἐκείνη καὶ ἀνδρώδης ἔλεξεν·

7  «Ἐγώ, φίλε παῖ, Ἑρμογλυφικὴ τέχνη εἰμί, ἣν χθὲς ἤρξω μανθάνειν, οἰκεία τέ σοι καὶ συγγενὴς οἴκοθεν·1 ὅ τε γὰρ πάππος σου» — εἰποῦσα τοὔνομα τοῦ μητροπάτορος — «λιθοξόος ἦν καὶ τὼ θείω ἀμφοτέρω καὶ μάλα εὐδοκιμεῖτον δι’ ἡμᾶς. εἰ δ’ ἐθέλεις λήρων μὲν καὶ φληνάφων τῶν παρὰ ταύτης ἀπέχεσθαι,» — δεἰξασα τὴν ἑτέραν — ἕπεσθαι δὲ καὶ συνοικεῖν ἐμοί, πρῶτα μὲν θρέψῃ γεννικῶς καὶ τοὺς ὤμους ἕξεις καρτερούς, φθόνου δὲ παντὸς ἀλλότριος ἔσῃ· καὶ οὔποτε ἄπει ἐπὶ τὴν ἀλλοδαπήν, τὴν πατρίδα καὶ τοὺς οἰκείους καταλιπών, οὐδὲ ἐπὶ λόγοις […]2 ἐπαινέσονταί σε πάντες.


8  Μὴ μυσαχθῇς δὲ τοῦ σχήματος3 τὸ εὐτελὲς μηδὲ τῆς ἐσθῆτος τὸ πιναρόν· ἀπὸ γὰρ τοιούτων ὁρμώμενος καὶ Φειδίας ἐκεῖνος ἔδειξε τὸν Δία καὶ Πολύκλειτος τὴν Ἥραν εἰργάσατο καὶ Μύρων ἐπῃνέθη καὶ Πραξιτέλης ἐθαυμάσθη. προσκυνοῦνται γοῦν οὗτοι μετὰ τῶν θεῶν. εἰ δὴ τούτων εἷς γένοιο, πῶς μὲν οὐ κλεινὸς αὐτὸς παρὰ πᾶσιν ἀνθρώποις ἔσῃ,4 ζηλωτὸν δὲ καὶ τὸν πατέρα

1 μητρόθεν Fritzsche, as in Toxar. 51.
2 Lacuna noted by Bourdelot. At least ἀλλ’ ἐπ’ ἔργοις is necessary.
3 σχήματος Bekker: σώματος MSS
4 ἔσῃ Dindorf: γένοιο MSS.
220