Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/206

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

καὶ πάλιν·

οἴμοι, γυναῖκα χρησίμην ἀπώλεσα.

καὶ τοῦτο γὰρ ἐκ τοῦ πυξίου, καὶ τό·

αὑτοῖς γὰρ ἐμπαίζουσιν οἱ μωροὶ βροτῶν.

Τοῦτο μέν γε πρὸς σὲ μάλιστα εὐστόχως ἂν εἰρημένον εἴη τῷ Διονυσίῳ, καὶ δι’ αὐτὸ χρυσῶσαι 16  αὐτοῦ ἔδει ἐκεῖνο τὸ πυξίον. Tίνα γὰρ ἐλπίδα καὶ αὐτὸς ἔχων εἰς τὰ βιβλία καὶ ἀνατυλίττεις ἀεὶ καὶ διακολλᾷς καὶ περικόπτεις καὶ ἀλείφεις τῷ κρόκῳ καὶ τῇ κέδρῳ καὶ διφθέρας περιβάλλεις καὶ ὀμφαλοὺς ἐντίθης, ὡς δή τι ἀπολαύσων αὐτῶν; πάνυ γοῦν ἤδη βελτίων γεγένησαι διὰ τὴν ὠνήν, ὃς τοιαῦτα μὲν φθέγγῃ — μᾶλλον δὲ τῶν ἰχθύων ἀφωνότερος εἶ — βιοῖς δὲ ὡς οὐδ’ εἰπεῖν καλόν, μῖσος δὲ ἄγριον, φασί, παρὰ πάντων ἔχεις ἐπὶ τῇ βδελυρίᾳ· ὡς εἰ τοιούτους ἀπειργάζετο τὰ βιβλία, φυγῇ φευκτέον ἂν ἦν ὅτι πορρωτάτω. 17  ἀπ’ αὐτῶν. δυοῖν δ’ ὄντοιν ἅττ’ ἂν παρὰ τῶν παλαιῶν τις κτήσαιτο, λέγειν τε δύνασθαι καὶ πράττειν τὰ δέοντα ζήλῳ τῶν ἀρίστων καὶ φυγῇ τῶν χειρόνων, ὅταν μήτε ἐκεῖνα μήτε ταῦτα φαίνηταί τις παρ’ αὐτῶν ὠφελούμενος, τί ἄλλο ἢ τοῖς μυσὶ διατριβὰς ὠνεῖται καὶ ταῖς τίλφαις οἰκήσεις καὶ πληγὰς ὡς ἀμελοῦσι τοῖς οἰκέταις;

18  Πῶς δὲ οὐ κἀκεῖνο αἰσχρόν, εἴ τις ἐν τῇ χειρὶ ἔχοντά. Σε βιβλίον ἰδών — ἀεὶ δέ τι πάντως ἔχεις

194