Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/200

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

τατος ὤφθη δακρύων ὁ χρυσοῦς Εὐάγγελος καὶ ὑπὸ τῶν μαστιγοφόρων συρόμενος διὰ μέσης τῆς σκηνῆς καὶ τὰ σκέλη καθῃματωμένος ἐκ τῶν μαστίγων καὶ συλλέγων χαμάθεν τῆς κιθάρας τὰς σφραγῖδας· ἐξεπεπτώκεσαν γὰρ κἀκείνης συμμαστιγουμένης αὐτῷ.

10  Μικρὸν δ’ ἐπισχὼν μετ’ αὐτὸν Εὔμηλός τις Ἠλεῖος εἰσέρχεται, κιθάραν μὲν παλαιὰν ἔχων, ξυλίνους δὲ κόλλοπας ἐπικειμένην, ἐσθῆτα δὲ μόγις σὺν τῷ στεφάνῳ δέκα δραχμῶν ἀξίαν· ἀλλ’ οὗτός γε ᾄσας δεξιῶς καὶ κιθαρίσας κατὰ τὸν νόμον τῆς τέχνης ἐκράτει καὶ ἀνεκηρύττετο καὶ τοῦ Εὐαγγέλου κατεγέλα μάτην ἐμπομπεύσαντος τῇ κιθάρᾳ καὶ ταῖς σφραγῖσιν ἐκείναις, καὶ εἰπεῖν γε λέγεται πρὸς αὐτόν· «Ὦ Εὐάγγελε, σὺ μὲν χρυσῆν δάφνην περίκεισαι, πλουτεῖς γάρ, ἐγὼ δὲ ὁ πένης τὴν Δελφικήν. πλὴν τοῦτό γε μόνον ὤνησο τῆς σκευῆς, ὅτι μηδὲ ἐλεούμενος ἐπὶ τῇ ἥττῃ ἀπέρχῃ, ἀλλὰ μισούμενος προσέτι διὰ τὴν ἄτεχνόν σου ταύτην τρυφήν.» περὶ πόδα δή σοι καὶ Εὐάγγελος οὗτος, παρ’ ὅσον σοί γε οὐδ’ ὀλίγον μέλει τοῦ γέλωτος τῶν θεατῶν.

11  Oὐκ ἄκαιρον δ’ ἄν γένοιτο καὶ Λέσβιον μῦθόν τινα διηγήσασθαί σοι πάλαι γενόμενον. ὅτε τὸν Ὀρφέα διεσπάσαντο αἱ Θρᾷτται, φασὶ τὴν κεφαλὴν αὐτοῦ σὺν τῇ λύρᾳ εἰς τὸν Ἕβρον ἐμπεσοῦσαν ἐκβληθῆναι εἰς τὸν μέλανα κόλπον, καὶ ἐπιπλεῖν γε τὴν κεφαλὴν τῇ λύρᾳ, τὴν μὲν ᾄδουσαν θρῆνόν τινα ἐπὶ τῷ Ὀρφεῖ, ὡς λόγος,

188