θαυμάσιε, τοῦ κτήματος οὔτε εἰδότι τὸ κάλλος αὐτῶν οὔτε χρησομένῳ ποτὲ οὐδὲν μᾶλλον ἢ τυφλὸς ἄν τις ἀπολαύσειε κάλλους παιδικῶν; σὺ δὲ ἀνεῳγμένοις μὲν τοῖς ὀφθαλμοῖς ὁρᾷς τὰ βιβλία, καὶ νὴ Δία κατακόρως, καὶ ἀναγιγνώσκεις ἔνια πάνυ ἐπιτρέχων, φθάνοντος τοῦ ὀφθαλμοῦ τὸ στόμα· οὐδέπω δὲ τοῦτό μοι ἱκανόν, ἢν μὴ εἰδῇς τὴν ἀρετὴν καὶ κακίαν ἑκάστου τῶν ἐγγεγραμμένων καὶ συνίῃς ὅστις μὲν ὁ νοῦς σύμπασιν, τίς δὲ ἡ τάξις τῶν ὀνομάτων, ὅσα τε πρὸς τὸν ὀρθὸν κανόνα τῷ συγγραφεῖ ἀπηκρίβωται καὶ ὅσα κίβδηλα καὶ νόθα καὶ παρακεκομμένα.
3 Τί οὖν; φὴς καὶ ταὐτὰ μὴ μαθὼν ἡμῖν εἰδέναι; πόθεν, εἰ μή ποτε παρὰ τῶν Μουσῶν κλῶνα δάφνης καθάπερ ὁ ποιμὴν ἐκεῖνος λαβών; Ἑλικῶνα μὲν γάρ, ἵνα διατρίβειν αἱ θεαὶ λέγονται, οὐδὲ ἀκήκοας οἶμαί ποτε, οὐδὲ τὰς αὐτὰς διατριβὰς ἡμῖν ἐν παισὶν ἐποιοῦ· σοὶ καὶ μεμνῆσθαι Μουσῶν ἀνόσιον. ἐκεῖναι γὰρ ποιμένι μὲν οὐκ ἂν ὤκνησαν φανῆναι σκληρῷ ἀνδρὶ καὶ δασεῖ καὶ πολὺν τὸν ἥλιον ἐπὶ τῷ σώματι ἐμφαίνοντι, οἵῳ δὲ σοὶ — καί μοι πρὸς τῆς Λιβανίτιδος ἄφες ἐν τῷ παρόντι τὸ μὴ σύμπαντα σαφῶς εἰπεῖν — οὐδὲ ἐγγὺς γενέσθαι ποτ’ ἂν εὖ οἶδ’ ὅτι ἠξίωσαν, ἀλλ’ ἀντὶ τῆς δάφνης μυρρίνῃ ἂν ἢ καὶ μαλάχης φύλλοις μαστιγοῦσαι ἀπήλλαξαν ἂν τῶν τοιούτων, ὡς μὴ