ἐπὶ τοῦ ναυστάθμου καθίσας ἑαυτὸν κατετόξευσε τῷ λοιμῷ τοὺς Ἀχαιοὺς αὐταῖς ἡμιόνοις καὶ κυσίν.
4 Ἐπεὶ δὲ ἅπαξ τοῦ Ἀπόλλωνος ἐμνήσθην, βούλομαι καὶ τὰ ἄλλα εἰπεῖν, ἃ περὶ αὐτοῦ οἱ σοφοὶ τῶν ἀνθρώπων λέγουσιν, οὐχ ὅσα περὶ τοὺς ἔρωτας ἐδυστύχησεν οὐδὲ τοῦ Ὑακίνθου τὸν φόνον οὐδὲ τῆς Δάφνης τὴν ὑπεροψίαν, ἀλλ’ ὅτι καὶ καταγνωσθεὶς ἐπὶ τῷ τῶν Κυκλώπων θανάτῳ καὶ ἐξοστρακισθεὶς διὰ τοῦτο ἐκ τοῦ οὐρανοῦ, ἐπέμφθη εἰς τὴν γῆν ἀνθρωπίνῃ χρησόμενος τῇ τύχῃ· ὅτε δὴ καὶ ἐθήτευσεν ἐν Θετταλίᾳ παρὰ Ἀδμήτῳ καὶ ἐν Φρυγίᾳ παρὰ Λαομέδοντι, παρὰ τούτῳ μέν γε οὐ μόνος ἀλλὰ μετὰ τοῦ Ποσειδῶνος, ἀμφότεροι πλινθεύοντες ὑπ’ ἀπορίας καὶ ἐργαζόμενοι τὸ τεῖχος· καὶ οὐδὲ ἐντελῆ τὸν μισθὸν ἐκομίσαντο παρὰ τοῦ Φρυγός, ἀλλὰ προσώφειλεν αὐτοῖς πλέον ἢ τριάκοντα, φασί, δραχμὰς Τρωϊκάς.
5 Ἢ γὰρ οὐ ταῦτα σεμνολογοῦσιν οἱ ποιηταὶ περὶ τῶν θεῶν καὶ πολὺ τούτων ἱερώτερα περί τε Ἡφαίστου καὶ Προμηθέως καὶ Κρόνου καὶ Ῥέας καὶ σχεδὸν ὅλης τῆς τοῦ Διὸς οἰκίας; καὶ ταῦτα παρακαλέσαντες τὰς Μούσας συνῳδοὺς ἐν ἀρχῇ τῶν ἐπῶν, ὑφ’ ὧν δὴ ἔνθεοι γενόμενοι, ὡς τὸ εἰκός, ᾄδουσιν ὡς ὁ μὲν Κρόνος ἐπειδὴ τάχιστα ἐξέτεμε τὸν πατέρα τὸν Οὐρανόν, ἐβασίλευσέν τε ἐν αὐτῷ καὶ τὰ τέκνα κατήσθιεν ὥσπερ ὁ Ἀργεῖος Θυέστης ὕστερον· ὁ δὲ Ζεὺς κλαπεὶς ὑπὸ τῆς Ῥέας ὑποβαλομένης τὸν λίθον εἰς τὴν Κρήτην ἐκτεθεὶς ὑπ’ αἰγὸς ἀνετράφη καθάπερ ὁ Τήλεφος