Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/140

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

χαίρειν τοῖς πόνοις φράσαντες ἐπὶ τὴν Ἡδονὴν ὠθοῦντο ἂν καὶ ἐμιμοῦντο ἅπαντες τὸν Διονύσιον, ὃς μέχρι μὲν τῆς νόσου ἤλπιζεν ὠφελήσειν τι αὐτὸν τοὺς περὶ τῆς καρτερίας λόγους· ἐπεὶ δὲ ἤλγησεν καὶ ἐνόσησεν καὶ ὁ πόνος ἀληθέστερος αὐτοῦ καθίκετο, ἰδὼν τὸ σῶμα τὸ ἑαυτοῦ ἀντιφιλοσοφοῦν τῇ Στοᾷ καὶ τἀναντία δογματίζον, αὐτῷ μᾶλλον ἢ τούτοις ἐπίστευσεν καὶ ἔγνω ἄνθρωπος ὢν καὶ ἀνθρώπου σῶμα ἔχων, καὶ διετέλεσεν οὐχ ὡς ἀνδριάντι αὐτῷ χρώμενος, εἰδὼς ὅτι ὃς ἂν ἄλλως λέγῃ καὶ Ἡδονῆς κατηγορῇ,

λόγοισι χαίρει, τὸν δὲ νοῦν ἐκεῖς ἔχει.

Εἴρηκα· ὑμεῖς δ’ ἐπὶ τούτοις ψηφοφορήσατε.

ΣΤΟΑ

22  Μηδαμῶς, ἀλλ’ ὀλίγα μοι συνερωτῆσαι ἐπιτρέψατε.

ΕΠΙΚΟΥΡΟΣ

Ἐρώτησον· ἀποκρινοῦμαι γάρ.

ΣΤΟΑ

Κακὸν ἡγῇ τὸν πόνον;

ΕΠΙΚΟΥΡΟΣ

Ναί.

ΣΤΟΑ

Τὴν ἡδονὴν δὲ ἀγαθόν;

ΕΠΙΚΟΥΡΟΣ

Πάνυ μὲν οὖν.

ΣΤΟΑ

Τί δέ; οἶσθα τί διάφορον καὶ ἀδιάφορον καὶ προηγμένον καὶ ἀποπροηγμένον;

128