Καί μοι ἤδη κάλει αὐτόν, ὅπως καταμάθητε ὃν τρόπον διάκειται πρὸς ἐμοῦ.—τοῦτον, ὦ ἄνδρες δικασταί, παραλαβοῦσα γελοίως ἔχοντα, μήτε φωνὴν ἀφιέναι μήτε ἑστάναι ὑπὸ τοῦ ἀκράτου δυνάμενον, ὑπέστρεψα καὶ ἀνένηψα καὶ ἀντὶ ἀνδραπόδου κόσμιον ἄνδρα καὶ σώφρονα καὶ πολλοῦ ἄξιον τοῖς Ἕλλησιν ἀπέδειξα· καί μοι αὐτός τε χάριν οἶδεν ἐπὶ τούτοις καὶ οἱ προσήκοντες ὑπὲρ αὐτοῦ.
Εἴρηκα· ὑμεῖς δὲ ἤδη σκοπεῖτε ποτέρᾳ ἡμῶν ἄμεινον ἦν αὐτῷ συνεῖναι.
18 Ἄγε δή, μὴ μέλλετε, ψηφοφορήσατε, ἀνάστητε· καὶ ἄλλοις χρὴ δικάζειν.
Πάσαις ἡ Ἀκαδήμεια κρατεῖ πλὴν μιᾶς.
19 Παράδοξον οὐδέν, εἶναί τινα καὶ τῇ Μέθῃ τιθέμενον. καθίσατε οἱ τῇ Στοᾷ πρὸς τὴν Ἡδονὴν λαχόντες περὶ τοῦ ἐραστοῦ δικάζειν· ἐγκέχυται τὸ ὕδωρ. ἡ κατάγραφος ἡ τὰ ποικίλα σὺ ἤδη λέγε.
20 Οὐκ ἀγνοῶ μέν, ὦ ἄνδρες δικασταί, ὡς πρὸς εὐπρόσωπόν μοι τὴν ἀντίδικον ὁ λόγος ἔσται, ἀλλὰ καὶ ὑμῶν τοὺς πολλοὺς ὁρῶ πρὸς μὲν ἐκείνην ἀποβλέποντας καὶ μειδιῶντας πρὸς αὐτήν, ἐμοῦ δὲ καταφρονοῦντας, ὅτι ἐν χρῷ κέκαρμαι καὶ ἀρρενωπὸν βλέπω καὶ σκυθρωπὴ δοκῶ. ὅμως δέ,