Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/126

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
THE WORKS OF LUCIAN

ὄφλω ἐν τῷ δικαστηρίῳ.» μόλις δὲ καὶ ἕστηκεν,1 ὡς ὁρᾷς.

ΔΙΚΗ

Οὐκοῦν συνήγορον ἀναβιβασάσθω τῶν κοινῶν2 τούτων τινά· πολλοὶ γὰρ οἱ κἂν ἐπὶ τριωβόλῳ διαρραγῆναι ἕτοιμοι.

ΕΡΜΗΣ

Ἀλλ’ οὐδὲ εἷς ἐθελήσει ἔν γε τῷ φανερῷ συναγορεῦσαι Μέθῃ. Πλὴν εὐγνώμονά γε ταῦτα ἔοικεν ἀξιοῦν.

ΔΙΚΗ

Τὰ ποῖα;

ΕΡΜΗΣ

«Ἡ Ἀκαδήμεια πρὸς ἀμφοτέρους ἀεὶ παρεσκεύασται τοὺς λόγους καὶ τοῦτ’ ἀσκεῖ τἀναντία καλῶς δύνασθαι λέγειν. αὕτη τοίνυν,» φησίν, «ὑπὲρ ἐμοῦ πρότερον εἰπάτω, εἶτα ὕστερον ὑπὲρ ἑαυτῆς ἐρεῖ.»

ΔΙΚΗ

Καινὰ μὲν ταῦτα, εἰπὲ δὲ ὅμως, ὦ Ἀκαδήμεια, τὸν λόγον ἑκάτερον, ἐπεί σοι ῥᾴδιον.

ΑΚΑΔΗΜΕΙΑ

16  Ἀκούετε, ὦ ἄνδρες δικασταί, πρότερα τὰ ὑπὲρ τῆς Μέθης· ἐκείνης γὰρ τό γε νῦν ῥέον.

Ἠδίκηται ἡ ἀθλία τὰ μέγιστα ὑπὸ τῆς Ἀκαδημείας ἐμοῦ, ἀνδράποδον ὃ μόνον εἶχεν εὔνουν καὶ πιστὸν αὐτῇ, μηδὲν αἰσχρὸν ὧν προστάξειεν οἰόμενον, ἀφαιρεθεῖσα τὸν Πολέμωνα ἐκεῖνον, ὃς μεθ’ ἡμέραν ἐκώμαζεν διὰ τῆς ἀγορᾶς μέσης, ψαλτρίαν ἔχων καὶ κατᾳδόμενος ἕωθεν εἰς ἑσπέραν, μεθύων ἀεὶ καὶ κραιπαλῶν καὶ τὴν κεφαλὴν τοῖς

1 ἕστηκα γ.2 δεινῶν β; cf Jup. Trag. 29.
114