Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
THE WORKS OF LUCIAN
ΕΡΜΗΣ
Περὶ Ἀριστίππου Τρυφὴ πρὸς Ἀρετήν.
ΔΙΚΗ
Πέντε καὶ τούτοις δικασάτωσαν.
ΕΡΜΗΣ
Ἀργυραμοιβικὴ δρασμοῦ Διογένει.
ΔΙΚΗ
Τρεῖς ἀποκλήρου μόνους.
ΕΡΜΗΣ
Γραφικὴ κατὰ Πύρρωνος λιποταξίου.
ΔΙΚΗ
Ἐννέα κρινάτωσαν.
ΕΡΜΗΣ
14 Βούλει καὶ ταύτας ἀποκληρῶμεν, ὦ Δίκη, τὰς δύο, τὰς πρῴην ἀπενηνεγμένας κατὰ τοῦ ῥήτορος;
ΔΙΚΗ
Τὰς παλαιὰς πρότερον διανύσωμεν αὗται δὲ εἰς ὕστερον δεδικάσονται.
ΕΡΜΗΣ
Καὶ μὴν ὅμοιαί γε καὶ αὗται καὶ τὸ ἔγκλημα, εἰ καὶ νεαρόν, ἀλλὰ παραπλήσιον τοῖς προαποκεκληρωμένοις· ὥστε ἐν τούτοις δικασθῆναι ἄξιον.
1 Follower of Socrates; later, founder of the Cyrenaic School.
2 Diogenes the Cynic was son and partner of the banker Hicesias in Sinope. They were caught making counterfeit
110