Οὐ μὲν οὖν, ἀλλὰ ἤδη προθῶμεν.
Οὕτω ποίει· σὺ μὲν κήρυττε καταπτάμενος ὅτι ἀγορὰ δικῶν ἔσται κατὰ τάδε. πάντας ὁπόσοι τὰς γραφὰς ἀπενηνόχασιν, ἥκειν τήμερον εἰς Ἄρειον πάγον, ἐκεῖ δὲ τὴν μὲν Δίκην ἀποκληροῦν σφίσι τὰ δικαστήρια κατὰ λόγον τῶν τιμημάτων ἐξ ἁπάντων Ἀθηναίων· εἰ δέ τις ἄδικον οἴοιτο γεγενῆσθαι τὴν κρίσιν, ἐξεῖναι ἐφέντι ἐπ᾽ ἐμὲ δικάζεσθαι ἐξ ὑπαρχῆς, ὡς εἰ μηδὲ τὸ παράπαν ἐδεδίκαστο. σὺ δέ, ὦ θύγατερ, καθεζομένη παρὰ τὰς σεμνὰς θεὰς ἀποκλήρου τὰς δίκας καὶ ἐπισκόπει τοὺς δικάζοντας.
5 Αὖθις εἰς τὴν γῆν, ἵν’ ἐξελαυνομένη πρὸς αὐτῶν δραπετεύω πάλιν ἐκ τοῦ βίου τὴν Ἀδικίαν ἐπιγελῶσαν οὐ φέρουσα;
Χρηστὰ ἐλπίζειν σε δεῖ· πάντως γὰρ ἤδη πεπείκασιν αὐτοὺς οἱ φιλόσοφοι σὲ τῆς Ἀδικίας προτιμᾶν, καὶ μάλιστα ὁ τοῦ Σωφρονίσκου τὸ δίκαιον ὑπερεπαινέσας καὶ ἀγαθῶν τὸ μέγιστον ἀποφήνας.
Πάνυ γοῦν ὃν φὴς αὐτὸν ἐκεῖνον ὤνησαν οἱ περὶ ἐμοῦ λόγοι, ὃς παραδοθεὶς τοῖς ἕνδεκα καὶ εἰς τὸ δεσμωτήριον ἐμπεσὼν ἔπιεν ἄθλιος τοῦ κωνείου, μηδὲ τὸν ἀλεκτρυόνα τῷ Ἀσκληπιῷ