Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/97

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΥΜΝΟΙ
XV. Εἰς Ἡρακλέα Λεοντόθυμον

Ἡρακλέα Διὸς υἱὸν ἀείσομαι, ὃν μέγ’ ἄριστον
γείνατ’ ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν
Ἀλκμήνη μιχθεῖσα κελαινεφέϊ Κρονίωνι·
ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν
πλαζόμενος πομπῇσιν ὕπ’ Εὐρυσθῆος ἄνακτος 5
πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δ’ ἀνέτλη·
νῦν δ’ ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου
ναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην.
Χαῖρε ἄναξ Διὸς υἱέ· δίδου δ’ ἀρετήν τε καὶ ὄλβον.


XVI. Εἰς Ἀσκληπιόν

Ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομ’ ἀείδειν
υἱὸν Ἀπόλλωνος τὸν ἐγείνατο δῖα Κορωνὶς
Δωτίῳ ἐν πεδίῳ, κούρη Φλεγύου βασιλῆος,
χάρμα μέγ’ ἀνθρώποισι, κακῶν θελκτῆρ’ ὀδυνάων.
 Καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ· λίτομαι δέ σ’ ἀοιδῇ. 5


XVII. Εἰς Διοσκούρους

Κάστορα καὶ Πολυδεύκε’ ἀείσεο Μοῦσα λίγεια,
Τυνδαρίδας οἳ Ζηνὸς Ὀλυμπίου ἐξεγένοντο·
τοὺς ὑπὸ Τηϋγέτου κορυφῇς τέκε πότνια Λήδη