Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/87

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΕΙΣ ΑΦΡΟΔΙΤΗΝ

ἐξ ὕπνου τ’ ἀνέγειρεν, ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·
Ὄρσεο Δαρδανίδη· τί νυ νήγρετον ὕπνον ἰαύεις;
καὶ φράσαι εἴ τοι ὁμοίη ἐγὼν ἰνδάλλομαι εἶναι
οἵην δή με τὸ πρῶτον ἐν ὀφθαλμοῖσι νόησας;
Ὣς φάθ’· ὁ δ’ ἐξ ὕπνοιο μάλ’ ἐμμαπέως ὑπάκουσεν. 180
ὡς δὲ ἴδεν δειρήν τε καὶ ὄμματα κάλ’ Ἀφροδίτης
τάρβησέν τε καὶ ὄσσε παρακλιδὸν ἔτραπεν ἄλλῃ.
ἂψ δ’ αὖτις χλαίνῃ τε καλύψατο καλὰ πρόσωπα,
καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
Αὐτίκα σ’ ὡς τὰ πρῶτα θεὰ ἴδον ὀφθαλμοῖσιν 185
ἔγνων ὡς θεὸς ἦσθα· σὺ δ’ οὐ νημερτὲς ἔειπες.
ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι αἰγιόχοιο
μή με ζῶντ’ ἀμενηνὸν ἐν ἀνθρώποισιν ἐάσῃς
ναίειν, ἀλλ’ ἐλέαιρ’· ἐπεὶ οὐ βιοθάλμιος ἀνὴρ
γίγνεται ὅς τε θεαῖς εὐνάζεται ἀθανάτῃσι. 190
Τὸν δ’ ἠμείβετ’ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
Ἀγχίση, κύδιστε καταθνητῶν ἀνθρώπων,
θάρσει, μηδέ τι σῇσι μετὰ φρεσὶ δείδιθι λίην·
οὐ γάρ τοί τι δέος παθέειν κακὸν ἐξ ἐμέθεν γε,
οὐδ’ ἄλλων μακάρων, ἐπεὶ ἦ φίλος ἐσσὶ θεοῖσι. 195
σοὶ δ’ ἔσται φίλος υἱὸς ὃς ἐν Τρώεσσιν ἀνάξει
καὶ παῖδες παίδεσσι διαμπερὲς ἐκγεγάονται·
τῷ δὲ καὶ Αἰνείας ὄνομ’ ἔσσεται οὕνεκά μ’ αἰνὸν
ἔσχεν ἄχος ἕνεκα βροτοῦ ἀνέρος ἔμπεσον εὐνῇ·
ἀγχίθεοι δὲ μάλιστα καταθνητῶν ἀνθρώπων 200
αἰεὶ ἀφ’ ὑμετέρης γενεῆς εἶδός τε φυήν τε.
ἦ τοι μὲν ξανθὸν Γανυμήδεα μητιέτα Ζεὺς
ἥρπασε ὃν διὰ κάλλος ἵν’ ἀθανάτοισι μετείη
καί τε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι,

71