Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/84

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΥΜΝΟΙ

Χαῖρε, ἄνασσ’, ἥ τις μακάρων τάδε δώμαθ’ ἱκάνεις,
Ἄρτεμις ἢ Λητὼ ἠὲ χρυσέη Ἀφροδίτη
ἢ Θέμις ἠϋγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη
ἤ πού τις Χαρίτων δεῦρ’ ἤλυθες, αἵτε θεοῖσι 95
πᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται,
ἤ τις νυμφάων αἵτ’ ἄλσεα καλὰ νέμονται,
ἢ νυμφῶν, αἳ καλὸν ὄρος τόδε ναιετάουσι
καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
σοὶ δ’ ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ, 100
βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰ
ὥρῃσιν πάσῃσι. σὺ δ’ εὔφρονα θυμὸν ἔχουσα
δός με μετὰ Τρώεσσιν ἀριπρεπέ’ ἔμμεναι ἄνδρα,
ποίει δ’ ἐξοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμ’ αὐτὸν
δηρὸν ἐῢ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο 105
ὄλβιον ἐν λαοῖς καὶ γήραος οὐδὸν ἱκέσθαι.
Τὸν δ’ ἠμείβετ’ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων,
οὔ τίς τοι θεός εἰμι· τί μ’ ἀθανάτῃσιν ἐΐσκεις;
ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ. 110
Ὀτρεὺς δ’ ἐστὶ πατὴρ ὄνομα κλυτός, εἴ που ἀκούεις,
ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει.
γλῶσσαν δ’ ὑμετέρην τε καὶ ἡμετέρην σάφα οἶδα.
Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν, ἡ δὲ διὰ πρὸ
σμικρὴν παῖδ’ ἀτίταλλε φίλης παρὰ μητρὸς ἑλοῦσα. 115
ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα.
νῦν δέ μ’ ἀνήρπαξε χρυσόρραπις Ἀργειφόντης
ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου, κελαδεινῆς.
πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι
παίζομεν, ἀμφὶ δ’ ὅμιλος ἀπείριτος ἐστεφάνωτο· 120

68