Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/82

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΥΜΝΟΙ

τῶν δ’ ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστ’ Ἀφροδίτην
οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων. 35
καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου,
ὅσ τε μέγιστός τ’ ἐστί, μεγίστης τ’ ἔμμορε τιμῆς.
καί τε τοῦ εὖτε θέλοι πυκινὰς φρένας ἐξαπαφοῦσα
ῥηϊδίως συνέμιξε καταθνητῇσι γυναιξίν
Ἥρης ἐκλελαθοῦσα κασιγνήτης ἀλόχου τε, 40
ἣ μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι.
κυδίστην δ’ ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης
μήτηρ τε Ῥείη· Ζεὺς δ’ ἄφθιτα μήδεα εἰδὼς
αἰδοίην ἄλοχον ποιήσατο κέδν’ εἰδυῖαν.
Τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ 45
ἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχιστα
μηδ’ αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη
καί ποτ’ ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσιν
ἡδὺ γελοιήσασα, φιλομμειδὴς Ἀφροδίτη
ὤς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξὶ 50
καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν,
ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις.
Ἀγχίσεω δ’ ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ,
ὃς τότ’ ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης
βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς. 55
τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτη
ἠράσατ’, ἐκπάγλως δὲ κατὰ φρένας ἵμερος εἷλεν.
ἐς Κύπρον δ’ ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν
ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης·
ἐνθ’ ἥ γ’ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς· 60
ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,

66