Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/50

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΥΜΝΟΙ

πῶς ἔτλης οἶος τεκέειν γλαυκώπιδ’ Ἀθήνην;
οὐκ ἂν ἐγὼ τεκόμην; καὶ σὴ κεκλημένη ἔμπης
ἦα ῥ’ ἐν ἀθανάτοισιν οἳ οὐρανὸν εὐρὺν ἔχουσι. 325
φράζεο νῦν μή τοί τι κακὸν μητίσομ’ ὀπίσσω. 325α
καὶ νῦν μέντοι ἐγὼ τεχνήσομαι ὥς κε γένηται
παῖς ἐμὸς ὅς κε θεοῖσι μεταπρέποι ἀθανάτοισιν,
οὔτε σὸν αἰσχύνασ’ ἱερὸν λέχος οὔτ’ ἐμὸν αὐτῆς.
οὐδέ τοι εἰς εὐνὴν πωλήσομαι, ἀλλ’ ἀπὸ σεῖο
τηλόθ’ ἐοῦσα θεοῖσι μετέσσομαι ἀθανάτοισιν. 330
Ὣς εἰποῦσ’ ἀπονόσφι θεῶν κίε χωομένη κῆρ.
αὐτίκ’ ἔπειτ’ ἠρᾶτο βοῶπις πότνια Ἥρη,
χειρὶ καταπρηνεῖ δ’ ἔλασε χθόνα καὶ φάτο μῦθον·
κέκλυτε νῦν μοι γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν,
Τιτῆνές τε θεοὶ τοὶ ὑπὸ χθονὶ ναιετάοντες 335
Τάρταρον ἀμφὶ μέγαν, τῶν ἒξ ἄνδρες τε θεοί τε·
αὐτοὶ νῦν μευ πάντες ἀκούσατε καὶ δότε παῖδα
νόσφι Διός, μηδέν τι βίην ἐπιδευέα κείνου·
ἀλλ’ ὅ γε φέρτερος ἔστω ὅσον Κρόνου εὐρύοπα Ζεύς.
 Ὣς ἄρα φωνήσασ’ ἵμασε χθόνα χειρὶ παχείῃ· 340
κινήθη δ’ ἄρα Γαῖα φερέσβιος, ἡ δὲ ἰδοῦσα
τέρπετο ὃν κατὰ θυμόν. ὀΐετο γὰρ τελέεσθαι.
ἐκ τούτου δὴ ἔπειτα τελεσφόρον εἰς ἐνιαυτὸν
οὔτε πότ’ εἰς εὐνὴν Διὸς ἤλυθε μητιόεντος,
οὔτε πότ’ ἐς θῶκον πολυδαίδαλον ὡς τὸ πάρος περ 345
αὐτῷ ἐφεζομένη πυκινὰς φραζέσκετο βουλάς·

34