Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/48

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΥΜΝΟΙ

ἀνθρώπων κλυτὰ φῦλα, σὺ δὲ φρένας ἀμφιγεγηθὼς
δέξαι’ ἱερὰ καλὰ περικτιόνων ἀνθρώπων.
Ὣς εἰποῦσ’ Ἑκάτου πέπιθε φρένας, ὄφρα οἱ αὐτῇ 275
Τελφούσῃ κλέος εἴη ἐπὶ χθονί, μηδ’ Ἑκάτοιο.
ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ’ Ἄπολλον·
ἷξες δ’ ἐς Φλεγύων ἀνδρῶν πόλιν ὑβριστάων,
οἳ Διὸς οὐκ ἀλέγοντες ἐπὶ χθονὶ ναιετάασκον
ἐν καλῇ βήσσῃ Κηφισίδος ἐγγύθι λίμνης. 280
ἔνθεν καρπαλίμως προσέβης πρὸς δειράδα θύων,
ἵκεο δ’ ἐς Κρίσην ὑπὸ Παρνησὸν νιφόεντα
κνημὸν πρὸς Ζέφυρον τετραμμένον, αὐτὰρ ὕπερθεν
πέτρη ἐπικρέμαται, κοίλη δ’ ὑποδέδρομε βῆσσα
τρηχεῖ’· ἔνθα ἄναξ τεκμήρατο Φοῖβος Ἀπόλλων 285
νηὸν ποιήσασθαι ἐπήρατον εἶπέ τε μῦθον·
ἐνθάδε δὴ φρονέω τεῦξαι περικαλλέα νηὸν
ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵ τέ μοι αἰεὶ
ἐνθάδ’ ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν, 290
ἠδ’ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους,
χρησόμενοι· τοῖσιν δ’ ἄρ’ ἐγὼ νημερτέα βουλὴν
πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.
Ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων
εὐρέα καὶ μάλα μακρὰ διηνεκές· αὐτὰρ ἐπ’ αὐτοῖς 295
λάϊνον οὐδὸν ἔθηκε Τροφώνιος ἠδ’ Ἀγαμήδης
υἱέες Ἐργίνου, φίλοι ἀθανάτοισι θεοῖσιν·
ἀμφὶ δὲ νηὸν ἔνασσαν ἀθέσφατα φῦλ’ ἀνθρώπων
ξεστοῖσιν λάεσσιν, ἀοίδιμον ἔμμεναι αἰεί.

32