παίζουσ’· αὐτὰρ ὁ Φοῖβος Ἀπόλλων ἐγκιθαρίζει
καλὰ καὶ ὕψι βιβάς, αἴγλη δέ μιν ἀμφιφαείνει
μαρμαρυγαί τε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος.
οἱ δ’ ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντες
Λητώ τε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺς 205
υἷα φίλον παίζοντα μετ’ ἀθανάτοισι θεοῖσι.
πῶς τ’ ἄρ σ’ ὑμνήσω πάντως εὔυμνον ἐόντα;
ἠέ σ’ ἐνὶ μνηστῆρσιν ἀείδω καὶ φιλότητι
ὅππως μνωόμενος* ἔκιες Ἀζαντίδα κούρην
Ἴσχυ’ ἅμ’ ἀντιθέῳ Ἐλατιονίδη εὐίππῳ; 210
ἢ ἅμα Θόρβαντι Τριοπέῳ γένος, ἢ ἅμ’ Ἐρευθεῖ;
ἢ ἅμα Λευκίππῳ καὶ Λευκίπποιο δάμαρτι
πεζός, ὀ δ’ ἵπποισιν· οὐ μὴν Τρίοπός γ’ ἐνέλειπεν.
ἢ ὡς τὸ πρῶτον χρηστήριον ἀνθρώποισι
ζητεύων κατὰ γαῖαν ἔβης, ἑκατηβόλ’ Ἄπολλον; 215
Πιερίην μὲν πρῶτον ἀπ’ Οὐλύμποιο κατῆλθες·
Λέκτον τ’ ἠμαθοέντα παρέστιχες ἠδ’ Αἰνιῆνας
καὶ διὰ Περραιβούς· τάχα δ’ εἰς Ἰαωλκὸν ἵκανες,
Κηναίου τ’ ἐπέβης ναυσικλειτῆς Εὐβοίης·
στῆς δ’ ἐπὶ Ληλάντῳ πεδίῳ, τό τοι οὐχ ἅδε θυμῷ 220
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα.
Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/45
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΕΙΣ ΑΠΟΛΛΩΝΑ
29