Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/198

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ

Ἄρπαξ ἐν βατράχοισιν ἀμείβεται· ἀλλὰ τάχιστα
Παλλάδα πέμψωμεν πολεμόκλονον ἢ καὶ Ἄρηα, 275
οἵ μιν ἐπισχήσουσιν μάχης κροπερόν περ ἐόντα.
Ὣς ἄρ’ ἔφη Κρονίδης· Ἄρης δ’ ἀπαμείβετο μύθῳ·
οὔτ’ ἄρ’ Ἀθηναίης Κρονίδη σθένος οὔτε Ἄρηος
ἰσχύει βατράχοισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.
ἀλλ’ ἄγε πάντες ἴωμεν ἀρηγόνες· ἢ τὸ σὸν ὅπλον 280
κινείσθω· οὕτω γὰρ ἁλώσεται ὅς τις ἄριστος, 284
ὥς ποτε καὶ Καπανῆα κατέκτανες ὄβριμον ἄνδρα 282
καὶ μέγαν Ἐγκελάδοντα καὶ ἄγρια φῦλα Γιγάντων. 283
Ὣς ἄρ’ ἔφη· Κρονίδης δὲ βαλὼν ἀργῆτα κεραυνὸν 285
πρῶτα μὲν ἐβρόντησε, μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον. 286
πάντας μέν ῥ’ ἐφόβησε βαλὼν βατράχους τε μύας τε· 289
ἀλλ’ οὐδ’ ὣς ἀπέληγε μυῶν στράτος, ἀλλ’ ἔτι μᾶλλον 290
ἔλπετο πορθήσειν βατράχων γένος αἰχμητάων,


κινείσθω μέγα τιτανοκτόνον ὀβριμοεργόν 281
ᾦ Τιτᾶνας πέφνες ἄριστους ἔξοχα πάντων 281α
αὐτὰρ ἔπειτα κεραυνὸν δειμαλέον διὸς ὅπλον 287
ἧκ’ ἐπιδινήσας· ὁ δ’ ἄρ’ ἔπτατο χειρὸς ἄνακτος 288


182