Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/196

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ

τῷ βάλε Κραμβοβάτην ὑπὸ γούνατα· πᾶσα δ’ ἐκλάσθη
κνήμη δεξιτερή, πέσε δ’ ὕπτιος ἐν κονίῃσι.
Κραυγασίδης δ’ ἤμυνε καὶ αὖθις βαῖνεν ἐπ’ αὐτόν,
τύψε δὲ οἱ μέσσην κατὰ γαστέρα· πᾶς δὲ οἱ εἴσω
ὀξύσχοινος ἔδυνε, χαμαὶ δ’ ἔκχυντο ἅπαντα 245
ἔγκατ’ ἐφελκομένῳ ὑπὸ δούρατι χειρὶ παχείῃ.
Τρωγλοδύτης δ’ ὡς εἶδεν ἐπ’ ὄχθῃσιν ποταμοῖο,
σκάζων ἐκ πολέμου ἀνεχάζετο, τείρετο δ’ αἰνῶς·
ἥλατο δ’ ἐς τάφρους, ὅππως φύγῃ αἰπὺν ὄλεθρον.
Τρωξάρτης δ’ ἔβαλεν Φυσίγναθον ἐς ποδὸς ἄκρον. 250
Πρασσαῖος δ’ ὡς εἶδεν ἔθ’ ἡμίπνουν προπεσόντα, 252
ἦλθε διὰ προμᾶχων καὶ ἀκόντισεν ὀξύσχοινον·
οὐδ’ ἔρρηξε σάκος, σχέτο δ’ αὐτοῦ δουρὸς ἀκωκή·
οὐδ’ ἔβαλε τρυφάλειαν ἀμύμονα καὶ τετράχυτρον 255
δῖος Ὀριγανίων, μιμούμενος αὐτὸν Ἄρηα,
ὃς μόνος ἐν βατράχοισιν ἀρίστευεν καθ’ ὅμιλον·
ὥρμησεν δ’ ἄρ’ ἐπ’ αὐτόν· ὁ δ’ ὡς ἴδεν οὐχ ὑπέμεινεν.


ἔσχατος δ’ ἐκ λίμνης ἀνεδύσετο, τείρετο δ’ αἰνῶς 251
ἥρωας κρατερούς, ἀλλ’ ἔδυνε βένθεσι λίμνης. 259


180