Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/190

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ

Ταῦτ’ εἰπὼν ἀνέπεισε καθοπλίζεσθαι ἅπαντας.
καὶ τοὺς μέν ῥ’ ἐκόρυσσεν Ἄρης πολέμοιο μεμηλώς·
κνημῖδας μὲν πρῶτον ἐφήρμοσαν εἰς δύο μηρούς,
ῥήξαντες κυάμους χλωρούς, εὖ δ’ ἀσκήσαντες, 125
οὓς αὐτοὶ διὰ νυκτός ἐπιστάντες κατέτρωξαν.
θώρηκας δ’ εἶχον καλαμορραφέων ἀπὸ βυρσῶν,
οὓς γαλέην δείραντες ἐπισταμένως ἐποίησαν.
ἀσπὶς δ’ ἦν λύχνου τὸ μεσόμφαλον· ἡ δέ νυ λόγχη
εὐμήκης βελόνη, παγχάλκεον ἔργον Ἄρηος· 130
ἡ δὲ κόρυς τὸ λέπυρον ἐπὶ κροτάφοις ἐρεβίνθου.
Οὕτω μὲν μύες ἦσαν ἔνοπλοι· ὡς δ’ ἐνόησαν
βάτραχοι ἐξανέδυσαν ἀφ’ ὕδατος, ἐς δ’ ἕνα χῶρον
ἐλθόντες βουλὴν ξύναγον πολέμοιο κακοῖο.
σκεπτομένων δ’ αὐτῶν πόθεν ἡ στάσις ἢ τίς ὁ θρύλλος, 135
κῆρυξ ἐγγύθεν ἦλθε φέρων ῥάβδον μετὰ χερσίν,
Τυρογλύφου υἱὸς μεγαλήτορος Ἐμβασίχυτρος,
ἀγγέλλων πολέμοιο κακὴν φάτιν, εἶπέ τε τοῖα·
Ὦ βάτραχοι, μύες ὔμμιν ἀπειλήσαντες ἔπεμψαν
εἰπεῖν ὁπλίζεσθαι ἐπὶ πτόλεμόν τε μάχην τε. 140
εἶδον γὰρ καθ’ ὕδωρ Ψιχάρπαγα ὅν περ ἔπεφνεν
ὑμέτερος βασιλεὺς Φυσίγναθος. ἀλλὰ μάχεσθε

177