Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/184

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ

Ἀρχόμενος πρώτης σελίδος χορὸν ἐξ Ἑλικῶνος
ἐλθεῖν εἰς ἐμὸν ἧτορ ἐπεύχομαι εἵνεκ’ ἀοιδῆς,
ἣν νέον ἐν δέλτοισιν ἐμοῖς ἐπὶ γούνασι θῆκα,
δῆριν ἀπειρεσίην, πολεμόκλονον ἔργον Ἄρηος,
εὐχόμενος μερόπεσσιν ἐς οὔατα πᾶσι βαλέσθαι 5
πῶς μύες ἐν βατράχοισιν ἀριστεύσαντες ἔβησαν,
γηγενέων ἀνδρῶν μιμούμενοι ἔργα Γιγάντων,
ὡς λόγος ἐν θνητοῖσιν ἔην· τοίην δ’ ἔχεν ἀρχήν.
Μῦς ποτε διψαλέος γαλέης κίνδυνον ἀλύξας,
πλησίον ἐν λίμνῃ λίχνον προσέθηκε γένειον, 10
ὕδατι τερπόμενος μελιηδέϊ· τὸν δὲ κατεῖδε
λιμνόχαρις πολύφημος, ἔπος δ’ ἐφθέγξατο τοῖον·
Ξεῖνε τίς εἶ; πόδεν ἦλθες ἐπ’ ἠϊόνας; τίς ὁ φυσάς;
πάντα δ’ ἀλήθευσον, μὴ ψευδόμενόν σε νοήσω.
εἰ γάρ σε γνοίην φίλον ἄξιον ἐς δόμον ἄξω· 15
δῶρα δέ τοι δώσω ξεινήϊα πολλὰ καὶ ἐσθλά.
εἰμὶ δ’ ἐγὼ βασιλεὺς Φυσίγναθος, ὃς κατὰ λίμνην
τιμῶμαι βατράχων ἡγούμενος ἤματα πάντα·