Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/108

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΥΜΝΟΙ

ναύταις σήματα καλὰ πόνου ἀπονόσφισιν· οἱ δὲ ἰδόντες
γήθησαν, παύσαντο δ’ ὀϊζυροῖο πόνοιο.
Χαίρετε Τυνδαρίδαι ταχέων ἐπιβήτορες ἵππων·
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.


Εἰς Ξένους

Αἰδεῖτε ξενίων κεχρημένου ἠδὲ δόμοιο
οἳ πόλιν αἰπεινὴν νύμφης ἐρατώιδος Ἥρης
ναίετε, Σαιδήνης πόδα νείατον ὑψικόμοιο,
ἀμβρόσιον πίνοντες ὕδωρ ξανθοῦ ποταμοῖο
Ἕρμου καλὰ ῥέοντος ὃν ἀθάνατος τέκετο Ζεύς. 5

92