Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/101

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΥΜΝΟΙ
XXI. Εἰς Ἀπόλλωνα

Φοῖβε σὲ μὲν καὶ κύκνος ὑπὸ πτερύγων λίγ’ ἀείδει
ὄχθῃ ἐπιθρῴσκων ποταμὸν πάρα δινήεντα
Πηνειόν· σὲ δ’ ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
ἡδυεπὴς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδει.
Καὶ σὺ μὲν οὕτω χαῖρε ἄναξ, ἵλαμαι δέ σ’ ἀοιδῇ. 5


XΧΙI. Εἰς Ποσειδῶνα

Ἀμφὶ Ποσειδάωνα μέγαν θεὸν ἄρχομ’ ἀείδειν
γαίης κινητῆρα καὶ ἀτρυγέτοιο θαλάσσης
πόντιον, ὅσθ’ Ἑλικῶνα καὶ εὐρείας ἔχει Αἰγάς.
διχθά τοι Ἐννοσίγαιε θεοὶ τιμὴν ἐδάσαντο
ἵππων τε δμητῆρ’ ἔμεναι σωτῆρά τε νηῶν. 5
Χαῖρε Ποσείδαον γαιήοχε κυανοχαῖτα,
καὶ μάκαρ εὐμενὲς ἦτορ ἔχων πλώουσιν ἄρηγε.


XΧΙII. Εἰς Δία

Ζῆνα θεῶν τὸν ἄριστον ἀείσομαι ἠδὲ μέγιστον
εὐρύοπα κρείοντα τελεσφόρον, ὅς τε Θέμιστι
ἐγκλιδὸν ἑζομένῃ πυκινοὺς ὀάρους ὀαρίζει.
Ἵληθ’ εὐρύοπα Κρονίδη κύδιστε μέγιστε.


XΧΙV. Εἰς Ἑστίαν

Ἑστίη, ἥ τε ἄνακτος Ἀπόλλωνος ἑκάτοιο
Πυθοῖ ἐν ἠγαθέῃ ἱερὸν δόμον ἀμφιπολεύεις,
αἰεὶ σῶν πλοκάμων ἀπολείβεται ὑγρὸν ἔλαιον·

85