νείατον ἀστράγαλον, ἀπὸ δ’ ἄμφω κέρσε τένοντε·
τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε
οὔδεϊ πλῆντ’ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος.
Αἴας δ’ αὖτ’ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι·
«φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες, 470
ἦ ῥ’ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι
ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ,
ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο,
ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.»
Ἦ ῥ’ εὖ γιγνώσκων, Τρῶας δ’ ἄχος ἔλλαβε θυμόν. 475
ἔνθ’ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρί,
ἀμφὶ κασιγνήτῳ βεβαώς· ὃ δ’ ὕφελκε ποδοῖιν.
τῷ δ’ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
«Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι,
οὔ θην οἴοισίν γε πόνος τ’ ἔσεται καὶ ὀϊζὺς 480
ἡμῖν, ἀλλά ποθ’ ὧδε κατακτενέεσθε καὶ ὔμμες.
φράζεσθ’ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει
ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ
δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ
γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.» 485
Ὣς ἔφατ’, Ἀργείοισι δ’ ἄχος γένετ’ εὐξαμένοιο·
Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·
ὁρμήθη δ’ Ἀκάμαντος· ὃ δ’ οὐχ ὑπέμεινεν ἐρωὴν
Πηνελέωο ἄνακτος· ὃ δ’ οὔτασεν Ἰλιονῆα,
υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα 490
Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε·
τῷ δ’ ἄρ’ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.
τὸν τόθ’ ὑπ’ ὀφρύος οὖτα κατ’ ὀφθαλμοῖο θέμεθλα,
ἐκ δ’ ὦσε γλήνην· δόρυ δ’ ὀφθαλμοῖο διαπρὸ
Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/56
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
14. ΙΛΙΑΔΟΣ Ξ