Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε
κληῗδι κρυπτῇ, τὴν δ’ οὐ θεὸς ἄλλος ἀνῷγεν·
ἔνθ’ ἥ γ’ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.
ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος 170
λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ’ ἐλαίῳ
ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·
τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ
ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ ἀϋτμή.
τῷ ῥ’ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας 175
πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς
καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.
ἀμφὶ δ’ ἄρ’ ἀμβρόσιον ἑανὸν ἕσαθ’, ὅν οἱ Ἀθήνη
ἔξυσ’ ἀσκήσασα, τίθει δ’ ἐνὶ δαίδαλα πολλά·
χρυσείῃς δ’ ἐνετῇσι κατὰ στῆθος περονᾶτο. 180
ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ,
ἐν δ’ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι
τρίγληνα μορόεντα· χάρις δ’ ἀπελάμπετο πολλή.
κρηδέμνῳ δ’ ἐφύπερθε καλύψατο δῖα θεάων
καλῷ νηγατέῳ· λευκὸν δ’ ἦν ἠέλιος ὥς· 185
ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.
αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον,
βῆ ῥ’ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δ’ Ἀφροδίτην
τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε·
«ἦ ῥά νύ μοί τι πίθοιο, φίλον τέκος ὅττί κεν εἴπω, 190
ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ,
Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/45
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
14. ΙΛΙΑΔΟΣ Ξ